285
μακαρία καὶ οὕτως ἁγίως ἀπῆρεν καὶ οὕτως πιστεύομεν ἔχειν οἱ ἁμαρτωλοί. λοιπὸν ἐπὶ σὲ ὁ λόγος μεθικτέος, δέσποινά μου· τί τοῦτο; ἵνα, εἰ καὶ δριμὺς ὁ χωρισμός, ἀλλ' ὅμως ἐνέγκῃς εὐχαρίστως, καθὰ καὶ ἀκηκόαμεν καὶ ἐπαινέσαμέν σε πάνυ, μὴ προϊεμένην κωκυτοὺς ἀλόγους καὶ θρήνους ἀνελπίστους, ἀλλὰ δεόντως καὶ ὡς ἀληθῶς μοναζούσης καὶ ἀρίστης διδασκάλου, ὑποτυπούσης τῷ καθ' ἑαυτὴν ὑποδείγματι τὰς πιστευθίας σοι ψυχὰς ὑπὸ Κυρίου, μᾶλλον δέ, ἵνα γνωριμώτερον εἴπω, ὡς ἐκείνης τῆς ἀοιδίμου ὁμοψύχου, ὁμογνώμονος θυγατρὸς ἐν Κυρίῳ, νύμφης ἐν σαρκί, ἰσαρέτου ἐν πολιτείᾳ· καὶ γὰρ μία ψυχὴ ἐν δυσὶ σώμασι τὸ καθ' ὑμᾶς καὶ αἰνετὸν καὶ δεδοξασμένον. οὐ τοίνυν εἰς ἅπαν ἐχωρίσθη σου, κυρία, ἡ κυρία, ἀλλὰ πρὸς μικρόν, ἕως ἂν καὶ ἡμεῖς τὴν αὐτὴν ὁδεύσωμεν ὁδόν· πλὴν ὅτι καὶ πνευματικῶς καὶ ἄρτι πάρεστι καὶ συμφέρει σοι τὰ σπουδάσματα, καὶ τὸ μεῖζον, ὅτι καὶ ἐγγυτέρω γεναμένη θεοῦ ἀντιβολεῖ τὰ περὶ σοῦ καὶ τῶν σῶν. μὴ δὴ οὖν λοιπὸν καταπέσοις, παρακαλοῦμεν, ὡς ἀπροστάτευτος μηδὲ ὡς μεμονωμένη· ἔχεις αὐτὴν καὶ πρὸ αὐτῆς τὸν θεόν, οὗ τὰ πάντα, εἰ δέ, καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς κατὰ τὴν ἐκείνης καὶ πρὸ θανάτου καὶ ἐν τῷ ἀποπνεῖν αἴτησιν ἔχεις, εἴπερ τι καὶ λυσιτελεῖν δύναιτο ἄνθρωπος ἁμαρτωλός. Αὕτη ἡμῶν ἡ ἐπιτάφιος προσφώνησις. σὺ δέ, ὦ μακαρία ψυχὴ (πρὸς αὐτὴν γὰρ ἐπιστρεπτέον), μὴ πρὸς ἡμῶν αἰτοῦ τὸν θεόν σοι ἵλεω γενέσθαι, ἀλλ' αὐτὴ αὐτὸν ἡμῖν κατάλλαξον ταῖς πρεσβείαις (θαρροῦμεν γὰρ τοῦτο ἰσχύειν σε), μηδὲ ἡμᾶς ἐπικούρους ἔχειν τὴν κυρίαν ἀδελφομητρότεκνόν σου, ἀλλὰ σαυτὴν πάρεχε καὶ αὐτῇ καὶ ἡμῖν καὶ ὅλῃ τῇ ποίμνῃ σου ἐν Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 459 {1Ἰουλιανῷ βεστήτωρι}1 Ἐπειδὴ προσηγόρευσας ἡμᾶς διὰ τοῦ ἀδελφοῦ, ἀδελφὲ καλέ, καλὸν ἡγησάμην διὰ γράμματος ἀντιπροσαγορεῦσαί σε, δεικνύων ἐντεῦθεν ὡς ἀγαπητῶς ἔχω περὶ τὴν τιμιότητά σου, οὐ μόνον δέ, ἀλλὰ καὶ μεριμνητικῶς εἰς τὸ σῴζεσθαι αὐτὴν ἀπὸ τῶν τοῦ διαβόλου πειρατηρίων· ἴσθι γάρ, ἀγαπητέ, ὅτι ὡς λέων ἀεὶ περιέρχεται ζητῶν τίνα καταπίῃ. ἔχε οὖν προσεκτικῶς, μέμνησο τῶν συνθηκῶν. γέγραπται· ἥμαρτες; μὴ προσθῇς, καὶ περὶ τῶν προτέρων σου δεήθητι. καὶ πάλιν ὁ Κύριος λέγει· πᾶν κλῆμα μὴ φέρον καρπὸν αἴρει αὐτὸ ὁ πατήρ, καὶ εἰς πῦρ βάλλεται καὶ καίεται. Φοβηθῶμεν οὖν τὸ ὑπόδειγμα, ἀγωνισώμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν πρὶν ἢ ἐπιστῆναι τὴν ὥραν τοῦ θανάτου, μὴ ἐκκοφθῶμεν ὡς ἄκαρποι καὶ ἀτελεσφόρητοι τῆς ἀγαθῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστός. διὰ τοῦτο ἦλθον, φησὶν ὁ Κύριος, οὐχ ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω· καὶ πάλιν λέγει· εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν· καὶ πάλιν· ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἤδη, ἀγαπητέ, ὁ καλὸς θεὸς ἡμῶν πάντα τὰ εἰς ἡμᾶς ἐπλήρωσεν· ἐπὶ γῆς ὤφθη, δούλου μορφὴν ἀνέλαβεν, ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ταῦτα Κύριος ὢν τῆς δόξης καὶ τὰ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ἀνακαλούμενος ἡμᾶς ἀπὸ τῆς ἐγγινομένης ἡμῖν διὰ τοῦ πρωτοπλάστου φθορᾶς, καὶ οὐ μόνον, ἀλλὰ γὰρ καὶ θεώσας ἡμᾶς διὰ τῆς ἁγίας αὐτοῦ σαρκός· οὗ καὶ ἀδελφοὶ ἠξιώμεθα καλεῖσθαι καὶ σύσσωμοι καὶ συμμέτοχοι καὶ συγκληρονόμοι. δεῖ οὖν ἡμᾶς πάσῃ φυλακῇ φυλάττειν ἑαυτούς. ἐν μέσῳ παγίδων διαβαίνεις ἐν τῇ πόλει διερχόμενος· ὅρα μὴ ἐμπαρῇς. ἐν φόβῳ Κυρίου ἡ ἀναστροφή σου ἔστω μετὰ ἀνδρῶν ἀγαθῶν· φεῦγε τοὺς ἀφυλάκτως ζῶντας, φεῦγε παίγνια καὶ γελοιάσματα νεωτερικά, φεῦγε κραιπάλας καὶ πολυποσίας φθοροποιούς. πᾶν ῥῆμα σαπρὸν ἐκ τοῦ στόματός σου μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τι καλὸν εἰς οἰκοδομὴν τῶν ἀκουόντων. μὴ φρόντιζε πλουτεῖν, ὅτι γυμνὸς εἰσῆλθες εἰς τὸν κόσμον τοῦτον, γυμνὸς καὶ ἀπελεύσῃ. μὴ ἀγάπα τὴν δόξαν τοῦ κόσμου τούτου, ὅτι ὡς καπνὸς παρέρχεται. ἓν φίλει μόνον, τὸ ἀγαθόν, τὸ καθαρὰν ἔχειν τὴν καρδίαν ἀπὸ τῆς ῥυπαρᾶς ἁμαρτίας, τὸ ἐπιτυχεῖν βασιλείας οὐρανῶν καὶ φυγεῖν κρίσεως