286
ἀποβαίνειν, κατὰ δὲ τὴν πρώτην μάλιστα καὶ πόῤῥωθεν ἀποβάντας καὶ προσελθόντας πεζῇ οὕτως ἀσπάζεσθαι ἐπὶ γό 2.262 νυ βασιλέα. καὶ τὸ δὴ θαυμαστότερον, ὅτι εἴ ποτε συνοῦσιν ἀμφοτέροις ἐδέησέ τινα τῶν εὐγενεστέρων Τριβαλῶν προσελθεῖν, Κράλης μὲν κατὰ τὸ εἰωθὸς ἐποίει καὶ ἀπέβαινε τοῦ ἵππου πρὸς τὴν προσαγόρευσιν, βασιλεὺς δὲ μένων ἔφιππος, ἠσπάζετο τὸν προσιόντα. πρὸς δὲ τὴν οἰκίαν ἐκείνου εἰσιόντα, εἰσῄει δὲ ὁσημέραι σχεδόν· οὐ γὰρ εἴα μένειν ἐπὶ τῆς σκηνῆς, πάσης ἡδίω διατριβῆς τὴν πρὸς ἐκεῖνον τιθέμενος ὁμιλίαν, ἔξω μὲν τῆς πύλης τοὺς νέους τῶν εὐγενεστέρων πεζῇ θέοντας ἐκέλευεν ὑπαντᾷν, ἔνδον δὲ τῆς αὐλῆς τοὺς πρεσβυτέρους καὶ ἀξίαις ταῖς παρ' αὐτοῖς τετιμημένους, αὐτὸς δὲ ἐπὶ τὸν πρῶτον μάλιστα τῶν οἴκων μετὰ τὴν αὐλὴν προσηγόρευεν ὑπαντῶν, ἢ καὶ ἄχρι τοῦ τόπου ἔνθα τοῦ ἵππου ἀπέβαινε προΐει. οὐχ ἥττω δὲ φιλοτιμίαν καὶ ἡ τοῦ Κράλη γαμετὴ πρὸς βασιλέα ἐπεδείκνυτο, ἐν πᾶσι μάλιστα ἐκείνου οὐδαμῶς ἀπολείπεσθαι φιλονεικοῦσα. ταῦτα μὲν οὖν παρὰ πάντα τὸν χρόνον, ἐν ᾧ συνδιέτριβεν αὐτοῖς ὁ βασιλεὺς, ἐπράττετο. ἐν ἀρχαῖς δὲ τῆς ἐπιδημίας μάλιστα ἐν ἡμέραις οὐκ ὀλίγαις πότοις καὶ φιλοτησίαις ὁ τῶν Τριβαλῶν ἄρχων τὴν πρὸς βασιλέα εὔνοιαν ἐπιδειξάμενος, ἔπειτα ἐπυνθάνετο, ὅτου χάριν ἀφίκοιτο πρὸς αὐτὸν καὶ εἰ δέοιτο παρ' αὐτοῦ τινος. βασιλεὺς δὲ ἥκειν μὲν ἔφασκε τῆς εἰς αὐτὸν φιλίας ἕνεκα. οὐ γὰρ ἂν εἴη τι βέλτιον καὶ σωφρονέστερον ἀνθρώποις ὀρθοῖς χρωμένοις λογισμοῖς τοῦ βεβαίαν καὶ ἀληθῆ φιλίαν κτήσασθαι. ἔπειτα δὲ εἴγε 2.263 βούλοιτο καὶ δύναιτο καὶ βοηθείας παρ' αὐτοῦ τυχεῖν, ὥστ' ἐπανελθεῖν πρὸς τὴν οἰκείαν. οἴεσθαι δὲ μηδ' αὐτὸν ἀγνοεῖν τὰ αὐτῷ συμβεβηκότα ἐν ἐννέα μάλιστα μησὶν ἤδη τοῦ παρὰ Ῥωμαίοις πολέμου κεκινημένου, ὅπως τε φθονηθείη παρὰ τῶν ὁμοφύλων μηδὲν ἠδικηκὼς, καὶ ὡς κινηθείη παρ' ἐκείνων πόλεμος ἀκήρυκτος, καὶ τὰ τελευταῖα ταῦτα δὴ, ὡς προδοθείη παρὰ τῶν συνόντων πρὸς τοὺς πολεμίους ἀποστάντων. εἰ δὲ μὴ βούλοιτο βοηθεῖν, ἀπαγορεύειν φανερῶς, ὥστ' αὐτὸν διασκεψάμενον, ὅ, τι ἂν δοκοίη βέλτιον αὐτῷ τε καὶ τοῖς συνοῦσι πράττειν. μὴ θαυμάζειν δὲ, ὡς, εἴγε δύναιτο βοηθεῖν, εἰρήκει. οὐ γὰρ ἀδυναμίαν αὐτοῦ κατεγνωκὼς τοιαῦτα φάναι, ἀλλ' εἰδὼς, ὡς πᾶσιν ἀνθρώποις ἡ μὲν βούλησις ὁμοίως ἐπ' ἐξουσίᾳ κεῖται, τὸ δύνασθαι δὲ οὐκέτι. ἐνιότε γὰρ καὶ αὐτοὶ οἱ μεγάλα δοκοῦντες δύνασθαι ὑπό τινων κωλυμάτων τὴν τοῦ πράττειν, ἃ βούλονται, δύναμιν ἀποστεροῦνται, ἢ πολεμίων ἄλλων δυνατωτέρων ἐπικειμένων, ἢ αὐτοὶ ὁμόροις ἔθνεσί τισι μέλλοντες ἐπιστρατεύειν. διὰ τοῦτο φάναι τὸ εἰ δύναιτο· ὃ δίκαιον αὐτὸν μὴ θορυβεῖν, πολλῶν τοιούτων ἐν τῷ βίῳ συμβαινόντων. ἔφασκε δὲ ὕστερον, ἐξεπίτηδες τοιαῦτα πρὸς Κράλην εἰρηκέναι, ὡς, εἰ μὴ βούλοιτο βοηθεῖν, προφάσεως εὐπροσώπου παρὰ τῶν ἐκείνου λόγων εὐποροίη, ὥστε τὴν μὲν βοήθειαν ἀπαγορεύειν, μηκέτι δὲ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτόν. ἐδεδίει γὰρ, μὴ ἐκπολεμωθείη πρὸς αὐτὸν, εἰ μὴ βούλοιτο βοηθεῖν, νομίσας ἤδη διὰ τὴν ἀποτυχίαν τῆς ἐπικουρίας εἰς 2.264 ὀργὴν ἐξάγεσθαι καὶ ἔχθραν. ὁ Κράλης δὲ «καλῶς ἐποίησας,» εἴρηκεν «ὦ βασιλεῦ, τὸν λόγον διασαφήσας· ὑπέθραττε γὰρ οὐκ ὀλίγον καὶ ἐθορύβει τὴν διάνοιαν, ὡς ἀγνοῶν τὴν ἐμοὶ παροῦσαν δύναμιν οἰόμενον τοιαῦτα λέγεις. ἐπειδὴ δὲ τῶν τοιούτων ἀπήλλαξας ὑπονοιῶν, ἤδη σοι τὴν γνώμην καὶ αὐτὸς ποιήσω φανερὰν, ὡς δύναμίν τε ἔχω μάλιστα ἀρκοῦσαν πρὸς τοὺς πολεμοῦντάς σοι, καὶ ἡδέως ἂν ἐπικουροίην, εἴγε βούλει καὶ αὐτός.» ἀποκριναμένου δὲ τοῦ βασιλέως, ὡς τῆς μὲν φιλίας ἕνεκα καὶ τῆς προθυμίας τῆς περὶ αὐτὸν πολλὰς ἂν εἰδείη χάριτας, ἀγνοοίη δὲ πρὸς ὅ, τι φέρει τὸ εἰ βούλοιτο καὶ αὐτός· μισθὸν τῆς συμμαχίας ὁ Κράλης τὰς ἀπὸ Χριστουπόλεως πρὸς τὴν ἑσπέραν ἁπάσας πόλεις Ῥωμαίοις ὑπηκόους ᾔτει, εἰ δὲ τοῦτο ἐπαχθὲς δοκοίη, τὰς γοῦν ἀπὸ Θεσσαλονίκης. οὐ γὰρ ἐπ' οὐδενὶ κέρδει χρήματά τε ἀναλώσουσι πρὸς τὸν πόλεμον ὑπὲρ αὐτοῦ τοσαῦτα καὶ διακινδυνεύσουσι πρὸς πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν, οἷς οὐδ' ὑπὲρ σφῶν αὐτῶν ποτε ἐτόλμησαν πόλεμον ἄρασθαι τοσοῦτον,