286
ἐπειρᾶτο, Φούριος δ' οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ εργου ηψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ετεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ' οικαδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας εσχον, διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς. Ετεροι δὲ υπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς ̓Ινσούβρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ αμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, επειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς 2.232 ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ' ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας ̓Ακέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν, ουσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ ̓Ινσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες. Ειτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ' Ιστρου ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος ηλθον μέχρι τῶν Αλπεων, ανευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο. ὁ μέντοι τῶν Σαρδιαίων αρχων ∆ημήτριος, ὡς ανω που ειρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς ην καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ ̔Ρωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ υπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος μετεπέμψαντο αὐτόν. ὡς δ' οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ηπτετο, ἐστράτευσαν ἐπ' αὐτὸν ἐν τῇ Ισσῃ οντα. καὶ προμαθόντες οτι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι επεμψαν. κἀκ τούτου τῶν ̓Ιλλυριῶν ἐπ' ἐκείνους ὡς καὶ μόνους οντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ ∆ημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ' ἐκείνην επλευσαν καὶ 2.233 τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας ειλον, τοῦ ∆ημητρίου διαδράντος. ος τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ' ἐκείνου μὲν οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς ̓Ιλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ ̔Ρωμαίων καὶ ἐδικαιώθη. Τῷ δ' ἐχομένῳ ετει περιφανῶς οἱ ̔Ρωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν, καὶ ὁ πόλεμος ουτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ' εργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ ̓Αννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ' ̓Αννίβας ουτος παῖς τοῦ ̓Αμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς ̔Ρωμαίους ἠσκήθη. πάντας γὰρ τοὺς υἱεῖς ὁ ̓Αμίλκας ωσπερ τινὰς σκύμνους ἐπ' αὐτοὺς τρέφειν ελεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύσει προφέροντα ὁρῶν καὶ ωρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε αλλα καὶ τὰ πολέμια ετι μᾶλλον αὐτὸν ἐξεδίδασκε, πεντεκαιδεκαέτη οντα· οθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ ̓Ασδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, εξ τότε καὶ εικοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ ̓Ιβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ' αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οικοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ ̔Ρωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ ̓Ιβηρίᾳ Ζακυνθίους. ουτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ