286
ου καὶ μαστὸς, ον ζητοῦσιν οἱ παῖδες. Μαγίσ. ἡ τράπεζα, ενθα τὰ μεμαγμένα. Μάκτρα. ἐν ῃ εμασσον. κάρδοπον δὲ ̓Αττικῶς. Μακροθυμία. πέψις λύπης. mu.1331 Μακαριότησ. περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων. Μακρηγορία. ἡ μακρὰ διάλεξις. Μαλακία. νόσος ὀλιγοστὴ καὶ ἀρχὴν εχουσα, καὶ οιον καταχαυνώσασα τὸ σῶμα. η ἀνωμαλία τοῦ σώματος πρόσκαιρος. Μάλη. ἡ μασχάλη. Μαλάκα. πόλις ̓Ιταλίας. †Μαλία. ονομα ορους.† Μάκρισ. πόλις ἐγγὺς Κυζίκου. Μακρὰ συλλαβή. ἡ εχουσα μακρὸν φωνῆεν μηκυνόμενον, η μίαν τῶν διφθόγγων. κατὰ ὀκτὼ δὲ τρόπους γίνεται ἡ μακρὰ συλλαβή. φύσει μὲν τρεῖς· θέσει δὲ πέντε. οιον ηρως μακρόν. διατί; κατὰ τὸν πρῶτον κανόνα, τὸν φύσει, η τὸν θέσει. τὸν φύσει. τὸν τί λέγοντα. η οταν εχῃ εν τι τῶν διχρόνων κατ' εκτασιν παραλαμβανόμενον. οιον· Αρης, Αιας. τὸ ˉαˉι μακρὸν διατί; κατὰ τὸν κανόνα τὸν τρίτον. τὸν φύσει η τὸν θέσει. τὸν φύσει. τὸν τί λέγοντα. η οταν εχῃ μίαν τῶν διφθόγγων. οιον Αιας. mu.1332 Μανία. χολή. μανία καὶ ἡ ἀραίωσις καὶ ἡ χαυνότης τῶν φρενῶν. μανὸν γὰρ ελεγον τὸ ἀραιόν. Αἰσχύλος· ἐν μανοστήμοις πέπλοις. τουτέστιν ἀραιοῖς. ἀραιὸν δὲ τὸ ἀσθενές. κατὰ τοὐναντίον δὲ καλεῖται ἀγχίνους παρὰ τὸ πεπυκνωμένας εχειν τὰς φρένας καὶ συνεχεῖς. Μαλάχη. ειδος βοτάνης. †Μαρίλη. ἡ θερμὴ σποδός.† Μαρμαρυγή. ἡ λαμπηδών. παρὰ τὸ μαρμαίρω, τὸ λάμπω. Μαρτυρίασ. νόμος μήτε ἐθελοντὰς πρὸς τοὺς ἀγῶνας χωρεῖν φειδοῖ τῶν διωκόντων, καὶ τῶν ἀσθενεστέρων μήτε παρόντας ἀναδύεσθαι. τὸ μὲν γὰρ θράσους ἐστὶ, τὸ δὲ ἀνδρίας. †Μάρεια. χώρα, καὶ ποταμὸς, καὶ λίμνη.† †Μαρώνεια. πόλις.† Μανδραγόρα. βοτάνη ὑπνωτικὴ ειδος εχουσα ἀνθρώπου. Μάσθλη. ὁ μεμαλαγμένος λῶρος. παρὰ τὸ μάσσω, τὸ μαλάσσω. η, ὡς ̔Ηρωδιανὸς, ἀπὸ τοῦ ἱμάσσω. mu.1333 Μάστι. τῇ μάστιγι. κατὰ ἀποκοπήν. εστι δὲ δοτική· μάστιν δὲ αἰτιατική. Μάστι δ' αἰὲν ελαυνεν. Η, καὶ ἐφ' ἱππείην μάστιν βάλεν. Ματαιότησ. πρᾶγμα ἀνόητον, η ἀδιανόητον, η βουλὴ ἀνυπόστατος, πέρας οὐκ εχουσα. η καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. †Ματαίασ. λοιδορίας.† Μαχλάσ. ἡ πόρνη. Μαῖα. ἡ βοηθοῦσα ταῖς γυναιξὶ ταῖς τικτούσαις. †Μαψαύρασ. στόμους.† Μαινάσ. ἡ πόρνη. Ματαιότησ. ἡ φθορά. καὶ ὁ ̓Απόστολος· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Μακεδονία. ης μητρόπολις ἡ Θεσσαλονίκη. τοὺς ἐν ολῃ τῇ Μακεδονίᾳ. (Οὐδέτερον.) Μαανά. τοῦτο τί ἐστι; Σύρων δὲ ἡ γλῶσσα. Μακάριον. αὐτὸ τὸ ἀγαθὸν, πρὸς ο πᾶν ἀφορᾷ καὶ ου πάντα ἐφίεται. Μακαριστόν. κυρίως ἡ θεότης. Μαζονομεῖον. ἐν ῳ ἡ μάζα φυρᾶται. η ξύλιmu.1334 νον πινάκιον καὶ κανοῦν. ουτως Ωρος ὁ Μιλήσιος. Μάγγανον. παρὰ τὸ μαγγανεύω. τοῦτο παρὰ τὸ αγω, αγανον, καὶ μάγγανον. Μάλευρον. τὸ αλευρον καὶ πλεονασμῷ τοῦ μ μάλευρον. μίγδα μάλευρον. Μάλειον. ορος. καὶ Μαλειάων ὀρῶν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ ˉεˉιˉα προπαροξυτόνων. Μανόν. ἀραιόν. βραχέως λέγουσι. Τηλεκλείδης ἀντὶ τοῦ ἀκριβὲς, η ὀρθὸν, η ἀσφαλὲς, η πυκνόν. Πλάτων· καὶ ταῦτα μανάκις τῆς ἡμέρας. ἀντὶ τοῦ μυριάκις. Μανιάκιον. τὸ τοῦ ἱματίου περιστόμιον. Μανίφυλλον. ἀραιόφυλλον. μανὸν γὰρ τὸ ἀραιόν. ουτως Ωρος ὁ Θηβαῖος. Μακεδανόν. ὑψηλόν. Μαρτύριον. ὁ ελεγχος, ἡ κατηγορία, ἡ κατάκρισις. ὡς ἐν τῷ εὐαγγελίῳ· εἰς μαρτύριον πᾶσι τοῖς εθνεσιν· οἱ γὰρ πιστεύσαντες καταμαρτυροῦσι τῶν μὴ πιστευσάντων. σημαίνει καὶ ετερον. Μαρσίππιον. τὸ †θυλάκιον η τὸ† σακούλλιον. mu.1335 Μασώβ. τὸ θυσιαστήριον. Ματρύλειον. τόπος, ἐν ῳ μαστροποὶ διατρίβουσι. ματέρας δὲ ἐκάλουν οἱ ∆ωριεῖς τοὺς μαστροποὺς ἐπευφημιζόμενοι. ενιοι ματρυλεῖον γράφουσι καὶ μαστρυλλεῖον. Μαφόριον. τὸ τῆς κεφαλῆς περίβλημα. †Μαχαιροδιαίνιον.† †Μάψαρ. ὀχύρωμα.† Μαιάνδριον. πεδίον καὶ υδωρ. Μαίωτρον. τὸ ευρεμα. †Μαΐτιν.† Μαρτύριον. τὸ κήρυγμα. παρὰ τῷ ̓Αποστόλῳ· καθὼς τὸ μαρτύριον Χριστοῦ ἐβεβαιώθη ὑμῖν. η καὶ τὸν θάνατον η τὸν σταυρόν. καταγγέλλω ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ. θάνατον γὰρ περιῄει κηρύσσων Χριστοῦ·