286
ἀδίκων κριτής· σταυρὸς θλιβομένων ἄνεσις· σταυρὸς νηπίων φύλαξ· σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις· σταυρὸς δούλων ἐλευθερία· σταυρὸς μοναζόντων ἄσκησις· σταυρὸς παρθένων σωφροσύνη· σταυρὸς ἱερέων χαρά· σταυρὸς Ἐκκλησίας θεμέλιος· σταυρὸς πεινώντων ἄρτος· σταυρὸς διψώντων πηγή· σταυρὸς γυμνῶν σκέπη. 96.369 Ἐπειδὴ διὰ τοῦ ξύλου ἐθανάτωσε τὸν πρωτόπλαστον ὁ Σατανᾶς, διὰ τοῦτο ὁ Κύριος ἐνανθρωπήσας διὰ τοῦ ξύλου τοῦ σταυροῦ αὐτοῦ τὸν διάβολον καταπάτημα τῶν ποδῶν τοῦ ἀνθρώπου πεποίηκεν. Ὅσοι γὰρ ἔχουσι τὸ τοῦ σταυροῦ σημεῖον, καταπατοῦσιν αὐτοῦ τὴν δύναμιν. Ἐὰν ἀπέρχῃ εἰς πόλεμον, καὶ βλέπῃς τὸν ἐχθρόν σου κατὰ σοῦ ἀκοντιοῦντα ξίφη, σὺ μηδὲν τοιοῦτον ἐπικομίσῃ, ἀλλὰ τὸ σημεῖον τοῦ σταυροῦ ἔχε εἰς τὴν καρδίαν σου, καὶ ἐπὶ μετώπου σου, καὶ πορεύου πρὸς αὐτὸν, λέγων· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Καὶ βλέπεις, ὅτι ἐκεῖνα ὅλα ὡς ἄχυρα λικμηθήσονται, σὺ δὲ ἀνορθοῦσαι καὶ ἀνίστασαι. Προεῖπεν γὰρ ὁ ∆αβὶδ περὶ τοῦ σημείου τοῦ σταυροῦ, λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Ποῖον σημεῖον ἔδωκεν ἡμῖν, εἰ μὴ τὸ τοῦ σταυροῦ μυστήριον; τούτῳ τῷ σημείῳ τείχη παραλύονται, ἐχθροὶ πίπτουσιν ὡς χόρτος, δαίμονες φυγαδεύονται· πάντα ὑποτάσσεται τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τὴν δύναμιν τοῦ σταυρωθέντος ἐπ' αὐτῷ.
ΣΤΟΙΧΕΙΟΝ Τ.
ΤΙΤΛ. Αʹ. -Περὶ τιμῆς· καὶ ὅτι χρὴ ἀλλήλους τιμᾷν. Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.»
«Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι.» «Ὡς Θεοῦ δοῦλοι, πάντας τιμήσατε.»
ΤΙΤΛ. Βʹ. -Περὶ τελωνῶν.
Τί ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμένη, ἀδικία νόμον ἔχουσα. Τί ἐστι τελώνιον; ἀναίσχυντος ἁμαρτία· ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος καὶ παῤῥησιάζεται ἁρπάζων.
ΤΙΤΛ. Γʹ. -Περὶ ταραχοποιῶν
«∆ιεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.»
ΤΙΤΛ. ∆ʹ. -Περὶ τάξεως, καὶ καταστάσεως, καὶ ἀκολουθίας· καὶ ὅτι χρὴ ταύτας
πανταχοῦ φυλάττεσθαι. «Ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω.» Τάξις τῶν ὄντων
ἐστὶ μήτηρ.
ΤΙΤΛ. Εʹ. -Περὶ ταπεινοφρονούντων. «Ἀποκριθεὶς Ἀβραὰμ, εἶπεν· Νῦν ἠρξάμην 96.372 λαλῆσαι πρὸς τὸν Κύριόν
μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.» «Εἶπε Μωσῆς πρὸς Κύριον· ∆έομαι, Κύριε, οὐχ ἱκανὸς οὐδ' εὔλαλός εἰμι, ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ.» «Εἶπεν Ἀβιγαία πρὸς ∆αβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον· καὶ ἀφροσύνη μετ' αὐτοῦ.» Ἡ ταπείνωσίς ἐστι τὸ