286
τὸ ἐνθύ μημα αὐτῶν." Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς σχήσω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγε λάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. ριθʹ. "Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου." Ἀντὶ τοῦ παραβαίνοντας, ὁ μὲν Θεοδοτίων εἰς οὐδὲν εἴρηκεν· ὁ δὲ Σύμμαχος σκωρίαν. Ὁ δὲ Προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς τῷ Θεῷ παραπλησίως τοὺς παραβάτας, πᾶσαν προθυ μίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσ ήνεγκεν· ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. ρκʹ. "Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην." Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον. Ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τού του μέλη, παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ· ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα, τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τοῦτο ἔοικε τῷ ἀποστο λικῷ ἐκείνῳ ῥητῷ, "Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα 80.1860 τρεία." Καὶ πάλιν, "Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." ρκαʹ. "Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ πα ραδῷς με τοῖς ἀδικοῦσί με." Τοῖς σοῖς, φησὶν, ἀκο λουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσ μενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτης ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος προσόμοια εἴρηκεν, "Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ρκβʹ. "Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν." Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με εἰς ἀγαθὸν τὸν δοῦλόν σου. Ὁ δὲ Ἀκύλας, καὶ ὁ Θεοδοτίων, ἐγγύησαι· ἀντὶ τοῦ, Ἀληθεύων, οὐ ψεύδομαι, πί στευσον ὑποσχομένῳ τῷ δούλῳ σου αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου πληρῶσαι σπου δάσω τοὺς νόμους. "Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι." Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ Προφήτης πεποίηκε, ταύτην αἰτήσας τὴν αἴτησιν. ∆ιαφερόντως γὰρ ἡ τῶν ἀλα ζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώ βην ἐργάζεται. ρκγʹ. "Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου." Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. ∆ιηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ ἐξέλιπον τέ θεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν. ρκδʹ. "Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με." Ὁ τοσαύ της ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ διὰ τούτου σωτηρίας ἀπολαῦσαι αἰτεῖ. Καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. ρκεʹ. "∆οῦλός σού εἰμι ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου." Πάντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ, διαθέσει δὲ οἱ τοῦ Θεοῦ τὴν δεσπο τείαν ἀσπασίως αἱρούμενοι. Ταύτης ὢν τῆς συμμο ρίας ὁ Προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συν έσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. ρκʹ. "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδα σαν τὸν νόμον σου." Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀν θρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπ άγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι. Καιρὸς διανα στῆναι εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ ∆έσποτα· κομιδῆ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι. 80.1861 ρκζʹ. "∆ιὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον." Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου. Ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦ μαι τὰς σὰς ἐντολὰς χρυσίου καὶ λίθων πολυτελῶν. Τῶν γὰρ τιμίων λίθων τοπάζιος· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τοῦτον προτιμᾶσθαι τῶν ἄλλων. ρκηʹ. "∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα."