286
αἰωνίου. τὰς ἐντολάς, ἃς ἔλαβες, φύλαττε, κλῖνον πτωχῷ τὸ οὖς σου, ἡνίκα ἔχει ἡ χείρ σου βοηθεῖν, ὄρεξον τῷ δεομένῳ· δύο λεπτὰ χήρας πτωχῆς ὑπερηκόντισαν πάντων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐμβεβλημένων. ὅρκος ἐν τῷ στόματί σου μὴ αὐλιζέσθω· ὁ γὰρ ὀμνύων οὐ σωθήσεται, κἂν δοκῇ πᾶσαν ἐντολὴν ποιεῖν. ἐπι σκέπτου ἄνθρωπον ἐν φυλακῇ, ἵνα ἐπισκεφθῇς ὑπὸ Κυρίου. προσεύχου συνετῶς καὶ ψάλλε ἐν καρδίᾳ, ἵνα τὸ Πνεῦμα τὸ Ἅγιον ὑποδέξῃ σύνοικον. Ταῦτα ἐκ πολλῶν ὀλίγα δείγματα ἀγάπης, ἐντολαὶ ἀγαθαί, ἃς ἀμφότεροι πράξοιμεν καὶ σωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν. 460 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Ὡς καλὰ τὰ γράμματα τῆς τιμιότητός σου, καὶ τὸ λυπηρὸν ἐπιδεικνύμενα τῆς ἐπὶ τῇ ὁσίᾳ μητρὶ κοιμήσεως καὶ τὸ ὑπομνηστικὸν τῆς ἐλπίδος ἔχοντα· ὡς γὰρ τὸ πάντῃ ἄλυπον καὶ ἄδακρυ ἐπὶ τῇ τῶν κεκοιμημένων διαζεύξει κατηγορεῖται (ἀναισθησίας γὰρ τεκμήριον), οὕτω τὸ πέραν τοῦ μέτρου πάλιν κατακλᾶσθαι τῇ λύπῃ τῶν μὴ ἐχόντων ἐστὶν ἐλπίδα ἀναστάσεως. δεῦρο λοιπόν, ἀδελφὴ ἐν Κυρίῳ, τὸ ἱκανὸν τοῦ πένθους ἀφοσιωσάμενοι εἰς ἑαυτοὺς γενώμεθα, οὐχ ὅτι ἐκβαλεῖν τῆς καρδίας τὸ ἴνδαλμα τῆς ἁγίας ἐκείνης (μή τι γένοιτο· εἴη γὰρ ἐν ὑμῖν ὑπόμνημα πάσης παρακλήσεως καὶ διακυβερνήσεως), ἀλλὰ τὸ ἄγεσθαι εὐθυμότερον καὶ διανύειν τὸν προκείμενον ἀγῶνα τῆς ἀσκήσεως. οὐκ εἴασεν οὖν σε ἐν ἀώρῳ ἡλικίᾳ ἡ μήτηρ οὐδ' ἀμαθῆ τῶν θείων οὐδ' ἄπειρον τῶν ἐν βίῳ, πάντοθεν χάριτι Χριστοῦ ἱκανουμένην καὶ βίου ἔμπειρον καὶ φρονήσεως ἔμπλεων καὶ γνώσεως εὔπορον καὶ διοικήσεως εὔθετον καὶ ἡμερῶν ἀπηρτισμένων τῇ ζωῇ τῶν ἀνθρώπων. Ἔχου δὴ τῆς οἰκείας ἀσφαλείας, λαμβάνουσα βοηθὸν εἴτε οἴκοθεν, ἄνπερ καὶ ἔστιν, εἴτε ἔξωθεν· οὐκ ἄπορον γὰρ εὑρεῖν γυναῖκα ἐπ' ἀναθέσει τῶν συμπιπτόντων ἔστιν ὅτε δυστεκμάρτων πραγμάτων, ὧν τὴν λύσιν εἷς νοῦς οὐχ οἷός τέ ἐστι δοῦναι. ἔχου δὴ ὁμοίως καὶ τῆς κυβερνήσεως τῶν ὑπὸ χεῖρα ἀδελφῶν, καθηγουμένη ἐν Κυρίῳ μετὰ πάσης μακροθυμίας, μετὰ συμπαθείας, μετὰ ἐκζητήσεως τῶν ὀφειλομένων, μήτε καταπιέζουσα σφοδρῶς, ἀλλ' ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα τὰ κατ' αὐτὰς ὀμειρομένη, ὡς καὶ αὐτὴν τὴν ψυχὴν προέσθαι ὑπὲρ αὐτῶν, μηδ' αὖ ἀνεῖσα ὁλικῶς τὰς ἡνίας τοῦ χαλινοῦ· αἴτιον γὰρ τοῦτο διαλύσεως, ἀταξίας τε καὶ ἀφιλοτεκνίας. οἶδας ὅπως συνούσης τῆς μητρὸς ἐποίεις· οἶδας ὅτι οἱ ὀφθαλμοὶ πασῶν αὐτῶν εἰς σὲ ἀποβλέπουσιν ὡς εἰς θεόν, ὁρῶσαι τὸ πρόσωπόν σου μεσιτεῦον αὐταῖς τὰ πρὸς αὐτόν. εἰ δὲ αὐτὴ οὕτως, δῆλον ὅτι κἀκείναις ὀφειλόμενόν ἐστιν ἄλλο μηδὲν ἀναπνεῖν ἢ ὅπερ σὺ ἡ διδάσκαλος καὶ ἐρᾷς καὶ ἐντέλλῃ καὶ διαγορεύεις, καὶ ἁπλῶς ὡς τέκνα γνήσια πρὸς μητέρα, ὡς μέλη ἐκ μέρους πρὸς κεφαλήν, ὡς ἄνθη πρὸς ῥοδωνίαν· ἐπὶ τούτῳ γὰρ καὶ ἐληλύθεισαν ἐπὶ τὸ αὐτό, καταλιποῦσαι κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς τε καὶ ἀδελφούς, οἰκείους καὶ φίλους, ὑπάρξεις τε καὶ σχέσεις σαρκός, ἀζυγίαν ἀγαπήσασαι καὶ Χριστῷ νυμφευσάμεναι, ἵνα ὁσίως καὶ παρθενοπρεπῶς ζήσασαι κληρομήσωσι βασιλείαν οὐρανῶν καὶ τὸ μετὰ Χριστοῦ εἰσελθεῖν εἰς τὸν οὐράνιον ἐκεῖνον καὶ ἀνεκλάλητον νυμφῶνα. Τοιοῦτον καὶ αὐταῖς καὶ σοί, κυρία, τὸ ἀγώνισμα καὶ ἐπάγγελμα, τούτῳ καὶ προσέχωμεν, ἐν τούτῳ καὶ κινούμεθα καὶ διαζῶμεν, μὴ ἀποβλέπουσαι ὧδέ τε κἀκεῖ, ὅτι οὕτως ἐκεῖνο τὸ μοναστήριον καὶ οὕτως τὸ ἄλλο μοναστήριον. βλαβερὸν τοῦτο· τῇ ἐντολῇ δεῖν παραμετρεῖν ἑαυτούς, ἀλλὰ μὴ τοῖς πέλας. ἐντεῦθεν γὰρ οὐκ ἔρχεταί τις εἰς τὸ ὀρθοποδεῖν οὐδὲ θεοπρεπῶς πορεύεσθαι, ἐπειδὴ ἡ παροῦσα γενεὰ καὶ ὀλίγωρός ἐστιν, ἐκλελοιπυῖα τοῦ ἠκριβωμένου βίου, καὶ τὸ ἀπ' αὐτῆς κανονίζεσθαι ἕωλον καὶ ἀλυσιτελές· ἐκεῖ σκοπῶμεν, οὗ ὁ ἱερὸς βίος, ἔνθα ἔλαμψεν ἡ εὐαρέστησις Κυρίῳ. Ὁρᾷς, ἀδελφὴ καὶ μήτηρ πνευματική, ὅπως με ἠνάγκασεν ἡ κατὰ θεὸν ἀγάπη παρρησιασθῆναι ἐν ὑμῖν; οὐδὲν πλέον ἔμελλον ἂν ποιεῖν, εἰ πρὸς μητέρα τὴν ἐμὴν καὶ πρὸς ἀδελφὰς κατὰ σάρκα ἦν μοι διαλέγεσθαι· πλὴν ὅτι πάντες σῶμά ἐσμεν