287
ὥστε πρὸς Θρᾴκην ἢ καὶ περαιτέρω προελθεῖν. οἴεσθαι δὲ ἄριστά τε καὶ λυσιτελέστατα αὐτῷ βουλεύεσθαι. εἰ γὰρ ὧν οὐκ ἔστι κύριος ἀποσχόμενος, οὐχ ἑαυτῷ καὶ τοῖς συνοῦσι μόνον, ἀλλὰ καὶ παισὶ μεγάλην ὠφέλειαν πορίσαιτο, καὶ προσέτι τοὺς πολεμιωτάτους διαφθείρας, τῶν ἐπιλοίπων πόλεων κύριος κατασταίη, ἀγαπᾷν προσ 2.265 ῆκον καὶ μὴ πέρα τοῦ καιροῦ καὶ τοῦ μετρίου φιλονεικεῖν. ὁ βασιλεὺς δὲ «ὀρθῶς» εἶπε «περὶ τοῦ κέρδους τῆς συμμαχίας καὶ τῶν πόνων καὶ τῶν πρὸς τὸν πόλεμον ἀναλωμάτων ἐλογίσω. οὐδεὶς γὰρ εὖ φρονῶν, εἰ μή τινα πρότερον ἐκ τῶν πραττομένων ὠφέλειαν συνορῴη, κόπτεσθαι καὶ ταλαιπωρεῖν ἕλοιτ' ἂν ἑκών. σὺ δ' εἰ μὲν οὐδεμίαν ἐμοὶ βούλει χάριν καταθεῖναι, λόγον ἂν ἔχοι μισθὸν τῆς συμμαχίας ἀπαιτεῖν, ὃν εἰ παράσχωμαι αὐτὸς, οὐδεμίαν εἴσομαί σοι τῆς ἐπικουρίας χάριν. οὐδὲ γὰρ ὁ ἀργυρίῳ τι παρά του ἐξωνούμενος χάριν ἂν εἰδείη τῷ πιπράσκοντι τοῦ παρασχέσθαι. εἰ δὲ φιλίας μόνης ἕνεκα καὶ τῆς πρεπούσης δυνάστῃ φιλοτιμίας ἕλοιο προῖκα βοηθεῖν, πρῶτον μὲν τὰ προσήκοντα βουλεύσῃ περὶ σεαυτοῦ, οὐ μισθοῦ ἕνεκα, ὅπερ πάσχουσιν οἱ πολλοὶ καὶ φαῦλοι τῶν ἀνθρώπων, ἀλλὰ φιλίας καὶ φιλοτιμίας στρατευόμενος· ἔπειτα καὶ ὧν ζητεῖς ἐξέσται πλείω ἔχειν μετὰ πολλοῦ τοῦ περιόντος. εἰ γὰρ ἐμὲ, τὸν ἄρξοντα Ῥωμαίων, γνήσιον κτήσῃ φίλον, οὐ τῶν ἐκ Χριστουπόλεως μόνον καὶ Θεσσαλονίκης ἄχρι τῆς σῆς ἡγεμονίας ὅρων πόλεων, ἀλλὰ καὶ νήσων καὶ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης ἔχειν ἐξέσται τὴν ἀρχήν· κοινὰ γὰρ οἱ σοφοί φασι τὰ φίλων· καὶ συμβήσεταί σοι μετὰ τῆς ἀπὸ τῶν ἔργων φιλοτιμίας καὶ μείζω καὶ θαυμασιωτέραν τὴν ὠφέλειαν καρποῦσθαι. εἰ μὲν οὖν ἐμοὶ πειθόμενος καὶ πᾶσαν ὑπερ 2.266 ιδὼν μικρολογίαν, προῖκα βοηθήσεις, σαυτῷ τε καὶ ἡμῖν προσήκοντα βουλεύσῃ. εἰ δ' ἄρα οὕτως ἔγνωκας, ὡς οὐδενί τῳ τρόπῳ ἑτέρῳ βοηθήσων, εἰ μή σοι καταπροδοίημεν τὰς Ῥωμαίων πόλεις, ἀλλ' ἡμῖν γε φράσον φανερῶς, ὡς ἂν πρὸς ἕτερόν τι τῶν λυσιτελεῖν τρεπώμεθα δοκούντων, θεοῦ συναιρομένου. ἴσθι γὰρ, ἴσθι σαφῶς, ὡς οὐ πολλὰς καὶ θαυμασίας, ἅσπερ εἴρηκας αὐτὸς, ἀλλ' οὐδεμίαν καὶ τὴν φαυλοτάτην ἑκόντες ὄντες προησόμεθα, οὐδ' ἀλλαξαίμην ἂν ἡδέως αὐτῆς τὴν σφετέραν καὶ τῶν παίδων σωτηρίαν. μδʹ. Ὁ μὲν οὖν Κράλης ἐξεπέπληκτο μὲν τὴν τόλμαν τοῦ φρονήματος καὶ τὴν καρτερίαν τὴν ἐν τοῖς δεινοῖς· ἤχθετο δὲ οὐκ ἀνεκτῶς, ὅτι μὴ πείθειν εἶχεν. Ἑλένη δὲ ἡ γαμετὴ παροῦσα καὶ τῆς διανοίας τοῦ ἀνδρὸς καταστοχαζομένη, ὡς βαρέως φέροι τὴν περὶ τῶν πόλεων ἀπαγόρευσιν τοῦ βασιλέως, μεταστήσασα τὸν ἄνδρα καὶ τοὺς ἐν τέλει καὶ μεγάλα δυναμένους παρ' αὐτοῖς προσπεμψαμένη τέσσαρας ὄντας πρὸς τοῖς εἴκοσιν, «ὡς μὲν ἐφ' ἡμῖν ἐστιν,» εἶπεν «ἀφιγμένον πρὸς ἡμᾶς τὸν Ῥωμαίων βασιλέα εὖ ποιεῖν ἢ τὸ ἐναντίον, οὐδεὶς δήπουθεν ἀντερεῖ. σκεπτέον δὲ, ὁποτέρῳ προσθεμένους, νοῦν ἔχοντα καὶ λυσιτελοῦντα δόξομεν ἑλέσθαι ἑαυτοῖς. εἰ μὲν οὖν ἑλοίμεθα κακῶς ποιεῖν, ἢ ἀποκτενοῦμεν πάντως, ἢ κεναῖς ἀποπέμψομεν, ὅ φασι, χερσὶ, μηδεμιᾶς 2.267 προνοίας ἢ ἐπικουρίας ἀξιώσαντες. τὸ μὲν οὖν ἀποκτείνειν, οὐκ οἶδα εἴ τις εἰς τοσοῦτον ἀπανθρωπίας ἥκει καὶ ὠμότητος, ὡς αὐτός τε ἑλέσθαι καὶ τοῖς ἄλλοις συμβουλεῦσαι. πρὸς γὰρ τῷ θεῷ ἐχθίστην εἶναι τὴν τοιαύτην τόλμαν, καὶ παρὰ πᾶσιν ἀνθρώποις σαφῆ παρέχεται κακίας καὶ μοχθηρίας ἀπόδειξιν ὑπερβολῆς. τὸ γὰρ νῦν τε ὄντα Ῥωμαίων βασιλέα καὶ πρὶν εἰς τοῦτο ἥκειν σχήματος πολλοῖς πρότερον χρόνοις ὁμοίως ἄρχοντα, καὶ παρὰ πάντων καὶ Ἑλλήνων καὶ βαρβάρων ἀγαπώμενον καὶ περισπούδαστον ὄντα διὰ τὴν προσοῦσαν ἐπιείκειαν καὶ σύνεσιν καὶ φιλοτιμίαν ἐν πᾶσιν ἀγαθοῖς, νῦν ἥκοντα παρ' ἡμᾶς διὰ πραγμάτων μεταβολὴν, πρὸς τῷ μὴ προστῆναι καὶ ἀνήκεστα διαθεῖναι οὐκ ὠμότητος καὶ ἀπανθρωπίας μόνον, ἀλλὰ καὶ ἀσεβείας ἔγκλημα ἡμῖν δικαίως περιάψαι. οὗ δὴ ἕνεκα τῶν τοιούτων αὐτή τε ἔγνωκα καὶ ὑμῖν ἀποσχέσθαι παραινῶ. τὸ δ' ἀποπέμπειν ἄπρακτον ἀβουλίας ἄν τις τιθείη λογιζόμενος ὀρθῶς. οὐ γὰρ μόνον ἀγνοίας περὶ τὰ καλὰ καὶ ἀφιλοτιμίας δικαίως ἂν ἁλοίημεν παρὰ τοῖς κρίνειν τὰ τοιαῦτα δεινοῖς, ὅτι ὃν