287
Ιβηρος, ανω τῆς θαλάσσης βραχύ, τοῖς ̔Ρωμαίοις προσέ2.234 κειντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ' ουν ὁ ̓Αννίβας πόλεμον ηρατο πρὸς αὐτούς, εἰδὼς οτι η ἐπικουρήσουσιν οἱ ̔Ρωμαῖοι τοῖς Ζακυνθίοις η καί τι παθοῦσι τιμωρήσουσι. διά τε ουν ταῦτα καὶ οτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, ου καὶ μάλιστα εχρῃζε, καὶ δι' ετερα αιτια κατὰ ̔Ρωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο. ̔Η δ' ̓Ιβηρία, ἐν ῃ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα εν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν εσω θάλασσαν καὶ παρὰ τὰς ̔Ηρακλείους στήλας τόν τε ̓Ωκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ηπειρον τὴν ανω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ορος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, υστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν εξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα εθνη εχον, πᾶσαν δὲ τὴν ̓Ιβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. ουτε δ' ὁμόφωνοι ησαν ουτε κοινῇ ἐπολιτεύοντο. οθεν οὐδὲ εἰς εν ονομα ἐτέλουν· οἱ μὲν γὰρ Ῥωμαῖοι ̔Ισπανούς, οἱ δ' Ελληνες Ιβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ιβηρος αὐτοὺς ἐπεκάλεσαν. Οἱ μὲν ουν Ζακύνθιοι ουτοι ἐπολιορκοῦντο, καὶ επεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς ̔Ρωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ ̓Αννίβας ἐκώλυσεν, οἱ δὲ ̔Ρωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ' ̓Αννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς ευνοιαν τηροῦν2.235 τας τοῖς πρέσβεσιν ηδη πλησίον ουσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς αγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ινα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν ουν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην αγειν πρὸς τοὺς ̔Ρωμαίους συνεβούλευον, οἱ δὲ τῷ ̓Αννίβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ ̔Ρωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ελεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες. ̓Εν τούτῳ δὲ ὁ ̓Αννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ ̓Αννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· οθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ' ογδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οις αλλα τε πολλὰ συνηνέχθη καὶ ατοπα καὶ ὁ ̓Αννίβας δεινῶς ἐτρώθη. ηλω δὲ ουτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς εχον, τοὺς δὲ λανθάνοντας. τῶν ουν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις ουσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ενδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ηλθον, ει πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισω2.236 θεῖεν. ὡς δ' οὐδὲν ὁ ̓Αννίβας προΐσχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν ̔Ρωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ως τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς, οἱ δ' ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν. Καὶ δι' αὐτοὺς οι τε ̔Ρωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. ὁ γὰρ ̓Αννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν ̓Ιταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ' οἱ ̔Ρωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ ειπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν