287
διὸ μαρτύριον αὐτὸ καλεῖ. mu.1336 †Μαίμω. τὸ ἐνεργῶς κινῶ.† †Μαιμῶ. ἐπιθυμῶ.† †Μαίω. τὸ ἐλίσσω.† Μαγνεύειν. τὸ μίσγειν. Μακκοῶ. μωραίνω, ἀνοηταίνω. παρὰ τὸ κοῶ, τὸ νοῶ. η παρὰ τὸ ἀκκῶ. ̓Ακκὼ γὰρ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβαλλομένη. †Μαλακισθείσ. ἐνδούς· χαυνωθείς.† Μαλάσσω. ἀλλάσσω καὶ πλεονασμῷ τοῦ ˉμ μαλάσσω· πᾶν γὰρ τὸ μαλασσόμενον ἀλλάσσεται. Μαλακιεῖν. τοὺς ὑπὸ κρύους κεκμηκότας λέγουσι καὶ συνεσπασμένους. Μανείην. χολωθείην. Μαπέειν. καταλαβεῖν. ἀπὸ τοῦ μάρπτω. Μάρψαι. καταλαβεῖν. κυρίως τὸ ταῖς χερσὶ συλλαβεῖν· μάρη γὰρ ελεγον τὰς χεῖρας. ενθεν τὸ εὐχερὲς εὐμαρές. mu.1337 Μαργῶσα. μαινομένη. Μαργαίνῃ. ἀντὶ τοῦ μαίνῃ. Μαρνάμενοι. ἀντὶ τοῦ μαχόμενοι. ἀπὸ τοῦ μαρνῶ, δευτέρας συζυγίας τῶν περισπωμένων. μάρνημι, ὁ παθητικὸς ἐνεστὼς μάρναμαι. τὸ δὲ μαρνῶ, ὡς οιμαι, μαργῶ καὶ μαρνῶ. ἐοίκασι γὰρ τοῖς μαινομένοις οἱ μαχόμενοι. Μαρμαίρω. καταυγάζω, λάμπω. Μαραίνω. παρὰ τὸ αρης, ο σημαίνει τὸν σίδηρον, ἀραίνω καὶ μαραίνω. Μάσσει. φυρᾷ, ζυμοῖ, μαλάσσει. καὶ μάσσω τὸ σπογγίζω. ἀπὸ τοῦ ˉμˉα καὶ τοῦ ασσον, τὸ ἐγγύς· οἱ γὰρ ἐφαπτόμενοι σπογγίζειν ασσον καὶ ἐγγὺς γίνονται. ἐκ τούτου τοῦ μάσσω πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς μαλάσσω, ὡς κύδιμος, κυδάλιμος. Μαστεύειν. ζητεῖν. Ματῆσαι. τὸ ματαιοπραγῆσαι. παρὰ τὸ μάτην, ματῶ, ματήσω. Μαυροῦσιν. ἀφανίζουσι. παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ, τουτέστι κατὰ ἀντίφρασιν. η παρὰ τὸ ἀμαυρῶ κατὰ ἀφαίρεσιν τοῦ α. Μαιεύειν. τὸ βοηθεῖν ταῖς τικτούσαις, η τὸ μαμμεύειν. Μαιμάσσει. σφύζει. προθυμεῖται. καὶ μαιμῶ, mu.1338 τὸ προθυμοῦμαι. εστι μῶ τὸ προθυμοῦμαι καὶ διπλασιασμῷ μαμῶ καὶ μαιμῶ. ἐκ δὲ τοῦ †μῶ γίνεται† μαίω, τὸ ζητῶ. οιον· μαιομένη κευθμῶνα-. Μαχλῶσαν. πορνεύουσαν. Μακαρίζειν. μακαρισμός ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν. Ματαιάζειν. μάταιον λέγεται, οταν ονομα μὲν ῃ, πρᾶγμα δὲ μὴ ῃ. οιον· ονομα μὲν πλούτου, πρᾶγμα δὲ οὐδαμῶς. καὶ μένει τὸ †ονομα† ψιλόν. ( ̓Επίῤῥημα.) Μάλα. ἀντὶ τοῦ πάνυ καὶ λίαν. καὶ μάλιστα. Μᾶλλον. περισσότερον, πλέον. Μάτην. ἀντὶ τοῦ ματαίως. ἀπὸ τοῦ θηλυκοῦ εἰς ἐπίῤῥημα. Στησίχορος· μάτας εἰπών. Μαψιδίωσ. ματαίως. καὶ μὰψ ἀντὶ τοῦ ματαίως. Τὸ Μ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Μέγασ. παρὰ τὸ μήγας· ὁ μὴ ων ἐν τῇ γῇ, ἀλλ' ὑπερέχων αὐτῆς. Μέγας κόσμοσ. ὁ ανθρωπος. mu.1339 Μεγαλόφρων. ὁ μεγαλόψυχος. Μεγάλαυχοσ. ὁ ὑψηλόφρων. Μεγαλήτορα. μεγαλόψυχον. Μεγαλοφυοῦσ. μεγαλόφρονος. Μέδοντεσ. οἱ βασιλεῖς. οθεν καὶ μέδω τὸ βασιλεύω. παρὰ τὸ μήδω, τὸ βουλεύω, μέδω. οις εὐβουλίας δεῖ, οθεν καὶ βουληφόροι λέγονται. †Μεδεόσ. ονομα κύριον.† Μελαμπύγου. μελανοκώλου. *ουπω μελαμπύγῳ τετύχηκας.* Μελεδωνόσ. ὁ φροντιστής. ἀπὸ τοῦ μέλω, τὸ φροντίζω. Μελχισεδέκ. ἑρμηνεύεται ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. Μέλεοσ. αθλιος· μάταιος. -μελέη δέ τοι επλετ' ἀϋτή. παρὰ τὸ λῶ, τὸ θέλω, καὶ ἰωνικῶς λεὸς, καὶ μήλεος, ον μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸν μάταιον· ειτα συστολῇ τοῦ ˉη εἰς ˉε μέλεος. Ω μέλεοι, μὴ τλῆτε πάρεξ ἐμὰ θέσφατα βῆναι ̔Ρήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε μέλαιναν. ποταμός ἐστιν ὁ ̔Ρήβας πλησίον τῆς Βιθυνίας, παρ' ῳ ἀκτή ἐστι μέλαινα. mu.1340 Μεμψίμοιροσ. ὁ μεμφόμενος τὸ ἀγαθὸν, ὁ φιλεγκλήμων. Μεθωναῖος καὶ Μεθυμναῖοσ. τοπικά. Μεγαρεῖσ. ἐθνικόν. Μελιτηνόσ. τοπικόν. Μενεπόλεμοσ. ἀπὸ τοῦ μένειν καὶ καρτερεῖν ἐν τῷ πολέμῳ. Μενέχαρμος καὶ μενεχάρμησ. καρτερικός· ὑπομονητικός· πολεμικὸς ἐν τῇ μάχῃ. χάρμη γὰρ ἡ μάχη. Μενέλεωσ. τὰ εἰς ˉωˉς σύνθετα εἰ μὲν κοινὰ εἰσὶ τῷ γένει, τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν, οιον ἱδρὼς, ἱδρῶτος· εἰ δὲ ἀττικὰ εἰσὶν, ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν· Μενέλεως, Μενέλεω, ἀνάπλεως, ἀνάπλεω, καὶ τὰ ομοια. Μεσέγγυοσ. ἐγγυητής. †μεσίτης.† †Μέσαβοσ. ὁ μέσον δύο βοῶν.† Μεσίτησ. ὁ μεσάζων. τὰ ἀπὸ τῶν εἰς ˉοˉς διὰ τοῦ ˉιˉτˉηˉς γινόμενα διὰ τοῦ ˉι γράφονται· οιον τόπος τοπίτης, μέσος μεσίτης. Μέσοσ. παρὰ τὸ μετέχειν ἰσότητος, η τοῦ εσω. Μεσσήνιοι. τοπικόν. mu.1341 Μεσσίασ. ὁ κεχρισμένος καὶ ἠλειμμένος. λέγει δὲ τὸν