287
λογίσασθαι ἑαυτὸν ἁμαρτωλὸν εἶναι, καὶ μηδὲν καλὸν ποιεῖν ἐνώπιον τοῦ Θεοῦ· τὸ δὲ ἔργον τῆς ταπεινώσεώς ἐστιν ἡ σιωπὴ, καὶ τὸ μὴ μετρεῖν ἑαυτὸν ἔν τινι, μηδὲ φιλονεικῆσαι. Ἡ ὑποταγὴ, τὸ βλέμμα ἔχειν χαμαὶ, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸν ἑαυτοῦ θάνατον, τὸ φυλάξαι ἑαυτὸν ἀπὸ ψεύδους, τὸ μὴ ὁμιλῆσαι ἐν ματαιολογίαις, τὸ μὴ ἀντιλέγειν τῷ μείζονι, τὸ μισῆσαι τὴν ἀνάπαυσιν, τὸ βιάζεσθαι ἑαυτὸν ἐν κόπῳ, τὸ νήφειν. Ἀδελφὲ, μετὰ ἀκριβείας τέλεσαι τὰς ἐντολὰς ταύτας, ἵνα μὴ γένηται ἡ ψυχή σου κατοικητήριον παντὸς πάθους· ἀλλὰ νῆφε εἰς ἓν ἕκαστον αὐτῶν, ἵνα μὴ τελέσῃς ὅλον τὸν βίον σου ἄκαρπον.
ΤΙΤΛ. ςʹ. -Περὶ τεχνῶν, καὶ τίνες τέχνας ἐξεῦρον.
«Ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ. Οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβήλ· καὶ ἦν σφυροκόπος χαλκεὺς, χαλκοῦ καὶ σιδήρου.» «Χοῦς ἐγέννησε τὸν Νεμβρώδ· οὗτος ἤρξατο εἶναι ἐπὶ τῆς γῆς γίγας κυνηγὸς ἔναντι Κυρίου.» Τὸν ἱππικὸν ἀγῶνα πρῶτος ἐπενόησεν ὁ Ἐνυλιόστης υἱὸς Ποσειδῶνος. Τὸν δὲ αὐτὸν ἱππικὸν ἀγῶνα ἅρμασι ∆ίπολις ἐφεῦρεν. Ὁ Οἰνομαὸς πρῶτος αὐτὸς ἐπετέλεσεν τὸν ἀγῶνα ἅρμασι τετραπώλοις. Τὸ δὲ τοῦ ἱπποδρομίου κτίσμα εἰς τὴν τοῦ κόσμου διοίκησιν ᾠκονόμηται· τουτέστι τοῦ οὐρανοῦ, καὶ τῆς γῆς, καὶ τῆς θαλάσσης. Τὰς οὖν δώδεκα θύρας τοὺς δώδεκα οἴκους ὥρισαν τοῦ ζωδιακοῦ κύκλου τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ τῶν ἀνθρώπων παροδικὸν τοῦ βίου δρόμον· τὸ δὲ πέλμα τοῦ ἱππικοῦ, τὴν γῆν εἶναι· τὸν δὲ Εὔριπον, τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεταζομένην· τὸν δὲ ἐπὶ τὰς θύρας σκάμπτον, τὴν ἀνατολήν· τὸν δὲ ἐπὶ τὴν σφενδόνα, τὴν δύσιν· τὰ δὲ ἑπτὰ σπαθία, τὴν κίνησιν καὶ τὸν δρόμον τῆς ἀστροθεσίας τῶν ἑπτὰ ἀστέρων τῆς μεγάλης ἄρκτου. Ὁ δὲ βασιλεὺς Ῥῶμος εἰς τιμὴν καὶ αὐτὸς τοῦ ἡλίου, καὶ τῶν ὑπ' αὐτοῦ τεσσάρων στοιχείων, τὸν ἀγῶνα ἐν Ῥώμῃ πρῶτος 96.373 ἐφευρὼν, ἐπετέλεσεν ἐν τῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας ἅρμασι τετραπώλοις, τουτέστι τῇ γῇ, καὶ τῇ θαλάσσῃ, καὶ τῷ πυρὶ, καὶ τῷ ἀέρι. Καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐτοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα ταῦτα, τῇ γῇ πράσινον μέρος, ὅ ἐστι χλοῶδες· τῇ θαλάσσῃ, ὅ ἐστι τοῖς ὕδασι, τὸ βένετον μέρος, ὡς κυανόν· τῷ πυρὶ τὸ ῥούσιον μέρος, ὡς ἐρυθρόν· τῷ δὲ ἀέρι, ὡς λευκὸν, ἐπέθηκεν ὄνομα τοῦ λευκοῦ.
ΣΤΟΙΧΕΙΟΝ Υ.
ΤΙΤΛ. Αʹ. -Περὶ ὑβριστοῦ. «Τοὺς ὕβρει φερομένους ἐταπείνωσεν. «Πάντα ὑβριστὴν ταπείνωσον.»
«Κακὸς μετὰ ὕβρεως πράσσει κακά.» «Ὑβριστῶν οἴκους κατασπᾷ Κύριος.» Ὀφθαλμοῦ ὑβριστοῦ γλῶσσα ἄδικος.» «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖ σκύλα μετὰ ὕβρεως.» «Ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ ταπεινωθήσονται.» Ὥσπερ ἐν τοῖς ἐρήμοις ἠχὼ πρὸς τὸν φθεγξάμενον αὖθις ἀκεραία ὑποστρέφει, οὕτω αἱ ὕβρεις ἐπὶ τὸν λοίδορον ἐπαναστρέφουσιν. Μᾶλλον δὲ, ὁ μὲν ἦχος αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Πᾶν αἰσχρὸν, καὶ ἀκαλλὲς, καὶ τοῖς εὖ ποιεῖν ᾑρημένοι ἀνάρμοστον, τὸ ὑβρίζειν ἐστίν.
ΤΙΤΛ. Βʹ. -Περὶ ὑδροποτούντων.
«Πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα πίνοντα ὕδωρ, καὶ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδην.» «Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» Οὐδεὶς