287
Ὁ γὰρ πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. ρκθʹ. "Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξ ηρεύνησε ταῦτα ἡ ψυχή μου." Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ, καὶ ἱκανὰ καταθέλξαι, καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πόθεν τούτων κατέμα θες ἀρετήν; ρλʹ. "Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους." Τῷ σῷ, φησὶ, καταυγαζόμε νος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν· καὶ πάντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους, καὶ βρέφεσιν ἐοικότας, ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. ρλαʹ. "Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦ μα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν." Στόμα ἐν ταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν. Αὕτη γὰρ ἕλκει τὴν χάριν τοῦ πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· "Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐ τό." Καὶ ὁ θεῖος Ἀπόστολος ἐν ἀνοίξει τοῦ στόμα τος λόγον δοθῆναι παρεκάλεσε. Καὶ αὐτὸς δὲ ὁ Προ φήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ." Τοῦτο καὶ ἐνταῦθα ἔφη, "Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν." Γλιχόμε νόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος τῆς σῆς ἠξίωσας χάριτος. ρλβʹ. "Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου." Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, "Κατὰ τὸ κρῖμα τῶν ἀγα πώντων τὸ ὄνομά σου·" ἀντὶ τοῦ, Τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. ρλγʹ. "Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνο μία." Ἡμῶν γὰρ προεκφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν, καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυνα στεία. ρλδʹ. "Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου." Καὶ ὁ ∆εσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντιζομέ 80.1864 νους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔξασθαι παρεγγύησε μὴ εἰσελθεῖν εἰς πειρα σμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ Προφήτου ἡ προσευχή. ρλεʹ. "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου." Ἀσώμα τον μὲν τὸ Θεῖον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον. Σωματι κώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. ρλʹ. "∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλ μοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου." Ἀπο στολικὸς καὶ οὗτος ὁ νόμος, "Εἰ γὰρ πάσχῃ, φησὶν, ἓν μέλος, συμπάσχει, φησὶ, πάντα τὰ μέλη." Τὴν εὐαγγελικὴν τοίνυν ὁ Προφήτης μετέρχεται τελειό τητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος. ∆ιεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, Κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. ρλζʹ, ρληʹ. "∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα." ∆ικαίως ἅπαντα διέπεις, ὦ ∆έσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δι καιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγε λίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ Ἀλήθειαν σφόδρα. ρλθʹ. "Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου." Καὶ τοὺς παρανο μίᾳ συζῶντας ὁ Προφήτης θρηνεῖ, καὶ καταφρονού μενον ὁρῶν τὸν νομοθέτην, ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν. Οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε. Τούτῳ πυρπολούμενος [ὁ καλλίνικος] Στέφανος τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξε. Τοῦτον ἐν ἑαυτῷ περιφέρων ὁ θεσπέσιος Παῦλος ἐβόα λέγων, "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνείχετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεω ροῦντι