287
Χριστοῦ καὶ ἕνα πατέρα ἐπικαλούμεθα, τὸν ἀγαθὸν θεὸν ἡμῶν. ὥστε ἀδελφοὶ πάντες ἀλλήλων καὶ σύσσωμοι καὶ συμμέτοχοι καὶ συγκληρονόμοι, κἀντεῦθεν τὸ φιλεῖν ἡμᾶς καὶ σῴζεσθαι ὑμᾶς, καθάπερ ἀγαπᾷ Κύριος καὶ ἐντέταλται. εἰρήνη σοι τῇ κυρίᾳ μητρί, εἰρήνη ταῖς ἀδελφαῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 461 {1Ἰωαννίκῃ ἐρημίτῃ}1 Ἡδὺ θέαμα ὁπόταν τις θεάσοιτο, τοῦτο καὶ μετὰ τὴν ἀναχώρησιν εἰς νοῦν ἀεὶ ἀναθεωρεῖν εἴωθεν· οὕτως οὖν καὶ ἡμεῖς οἱ ταπεινοί, θεοτίμητε, ἅπαξ σε βλέψαντες καὶ ὡμιληκότες οὐκ ἐπιλελήσμεθα, ἀλλὰ φανταζόμενον ἔχομεν ἐν τῇ διανοίᾳ, αὐτὸ τοῦτο γαννύμενοι ὁρᾶν ἄνθρωπον θεοῦ, προσώπῳ τε καὶ ὁμιλίᾳ χάριν θείαν λάμποντα καὶ εἰς δοξολογίαν θεοῦ προτρεπόμενον. ἔσχες δὲ τοῦτο τῇ ἐρημικῇ μονώσει καὶ τῇ προσευκτικῇ προσελεύσει, λαμπρυνθεὶς μωσαϊκῶς τὴν ὄψιν πρὸς τοῦ ἀρρήτου φάους. διὸ καὶ αὖθις γλιχόμεθά σε κατοπτεῦσαι καὶ συμμετασχεῖν τῶν ἐν σοὶ χαρίτων κατὰ δευτέρωσιν ἁγιαστικοῦ μετουσιασμοῦ, σὺ πρὸς θεοῦ καὶ ἡμεῖς παρὰ σοῦ. ὁρᾷς ὅσον σε θεὸς ἐδόξασεν, ἐπεὶ ἐδόξασας αὐτόν; ἀλλὰ καὶ ἔτι δοξάσειεν ἐν τέλει τοῦ βίου ἀποπεραίνοντα ἀξίως τὸν δρόμον· ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς εὔξαιο κἂν ἄρξασθαι τοῦ σωτηρίου δρόμου, ἐπείπερ μακρὰν ἀπὸ θεοῦ οἱ ἐλάχιστοι. ἡ πρώτη ἐπιβολὴ τοῦ λόγου ἐν τούτοις. Τίς ἡ δευτέρα; περὶ Θεοκτίστου τοῦ ἐρημίτου· ὃς ὅπως διερράγη ἐξ αἱρετικῶν τινων ὑποθέσεων τοῦ σώματος τῆς ἐκκλησίας αὐτὸς ἡμῶν μᾶλλον ἐπίστασαι, τιμιώτατε. πλὴν ὅτι καὶ ἡμεῖς προπέρυσι πλησιάσαντες τοῖς καθ' ὑμᾶς ἐνδιαιτήμασιν ἐξεμάθομεν παρὰ τῶν εἰδότων τὰ τοῦ ἀνδρός, οὐ μὴν ἀλλὰ καὶ διὰ γραμμάτων ὑπεμνήσαμεν καὶ παρεκαλέσαμεν ἀποσχέσθαι αὐτὸν τῶν σκοτεινῶν ἐκείνων καὶ δαιμονοποιῶν φθεγμάτων, ὀρθοδοξεῖν δὲ μᾶλλον ἐπί τε τῆς παναγίας Θεοτόκου καὶ τῶν ἄλλων τρόπων. νῦν οὖν Νικάνωρ ὁ ἡμέτερος ἀδελφὸς φοιτήσας πρὸς ἡμᾶς ἀπήγγειλεν ἐλθεῖν εἰς μετάγνωσιν τὸν ἄνδρα καὶ ἐθέλειν ὁμοφρονεῖν τῇ ἐκκλησίᾳ λέγειν τε μηδὲ γράμμα ἐμὸν εἰληφέναι, ἀλλὰ καὶ ἐρᾶν δέξασθαι. Ἐπεὶ οὖν, πάτερ ἅγιε, γέγραπται, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται καί, ὁ ἀποστρέφων ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ καλύψει πλῆθος ἁμαρτιῶν, δεῖ τὴν ἁγιωσύνην σου διαναστῆναι καὶ δοῦναι χεῖρα βοηθείας τῷ πλανωμένῳ· ἐν τούτῳ γὰρ θεοῦ συνεργὸς ἔσῃ· ἔσται δὲ τοῦτο πῶς; ἵνα δηλώματι ἄξοις τὸν Θεόκτιστον πρὸς σέ, εἴποις τε καὶ διαλεχθῇς τὰ εἰκότα. καὶ εἰ μὲν εὕροις αὐτὸν εἴκοντα τῷ θείῳ λόγῳ, εἴποις καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ὅτι εἰς αὐτὸ τοῦτο κεκίνημαι, φιλῶν τὴν σωτηρίαν αὐτοῦ, κἂν δοκιμάζοις, ὁ πατήρ, κἀκεῖνος ἐρᾷ, ἐπιστείλω αὐτῷ εὐθέτως, ὥστε ἀμφοτέρωθεν ἑλκυσθῆναι καὶ κερδηθῆναι τὸν ἀπολλύμενον· τοῦτο γὰρ βούλεται θεὸς κἀν τούτῳ ἦλθεν ἐπὶ τῆς γῆς, τὸ ἀπολωλὸς ἐκζητῶν ἐπιστρέψαι· καὶ τῆς εἰς αὐτὸν ἀγάπης ἀπόδειξιν τὴν τοῦ πέλας φιλίαν ποιεῖται ἡμῖν. καὶ δεῖ παντὶ σθένει κινηθῆναι ἡμᾶς, πάτερ ὅσιε· εἰς τοῦτο γὰρ κἀγὼ κινηθεὶς ἔγραψά σοι. εἰ δὲ μετὰ τὴν τοιαύτην ἐπιχείρησιν ἀπειθῶν ἀπειθεῖ, ὄψεται ὁ ἀνομῶν· λέγει Κύριος, ἄφετε αὐτούς, τυφλοί εἰσιν. Ὡς οὖν εὐοδοῖ Κύριος ἀγαθύνθητι, πάτερ, δηλοποιῆσαί μοι γράμματί σου τιμίῳ. 462 {1Ἀντωνίῳ τοῦ ∆υρραχίου}1 Ὀψὲ μὲν τοῦ καιροῦ, ὅμως ὅτι ἀντελάβομεν τῶν πάλαι γεγραμμένων ἐπιστολὴν τιμίαν τοῦ ἁγιωτάτου ἡμῶν πατρός, πάνυ ἥσθημεν οἱ ταπεινοί· οὐδὲν γὰρ οὕτως συνδεῖν οἶδεν ἀγάπην καὶ ἀδιασκέδαστον φυλάττειν ὡς ἀντιδιδομένη διάθεσις. ἀλλὰ τί ὅτι οὕτως, ὦ δέσποτα, ἦρες τῷ ἐγκωμιαστικῷ λόγῳ τῆς πολυσόφου σου γλώττης τὰ καθ' ἡμᾶς, τοὺς μηδ' ὁτιοῦν ἀγαθὸν ἔχοντας; ἢ πάντως ἡ ἀγάπη αἰτία, κλέπτουσα τἀληθῆ καὶ τὰ μὴ ὄντα ὡς ὄντα τοῖς φιλουμένοις ἀνάπτουσα; πλὴν ὅτι ἓν τοῦτο καὶ ἡμεῖς ἔχομεν (εἰρήσεται γάρ), εἰ μὴ ἀπατώμεθα, τὸ στέργειν καὶ ἀγαπᾶν τοὺς ἀδελφοὺς καὶ πατέρας, καί γε τοὺς οἷος σὺ εἶ, ἕλκων τῇ χρηστότητι τῶν ἀγαθῶν τρόπων πρὸς φιλίαν καὶ τὸν ἠγριωμένον ἤθει. Ταῦτα μὲν οὖν παρ' ἀμφοτέρων ἡμῶν τῇ ἱερᾷ σου κορυφῇ,