288
ἐπεθύμουν πολλοὶ τῶν δυναστῶν καὶ πολλὰ ἐπραγματεύοντο φίλον ἔχειν, τοῦτον ἔχοντες αὐτοὶ καὶ δυνάμενοι τῶν ἄλλων μᾶλλον τὴν παρ' αὐτοῦ φιλίαν καρποῦσθαι, ἑκόντες ὄντες προηκάμεθα δι' ἀγροικίαν. ἀλλ' εἴ ποτε συμβαίη καὶ Ῥωμαίων ἄρξαι, μεμνημένος, ὡς οὐδεμιᾶς ἐπικουρίας τύχοι παρ' 2.268 ἡμῶν, ἀλλὰ τόγε εἰς ἡμᾶς ἧκον, καὶ τοῖς πολεμίοις καταπροδοθείη, οὐδὲ γὰρ ἧττον τούτου νυνὶ τὸ ἀποπέμψαι δύναται, ἀμυνεῖται δικαίως καὶ κακῶς ποιήσει τὰ ἡμέτερα, ἄλλων τε πολλῶν προφάσεων εὐπορήσας ἂν καὶ τὴν νῦν προδοσίαν ἐπικαλῶν. δι' ἃ οὐδὲ ἀποπέμπειν ἄπρακτον οἴομαι λυσιτελεῖν. λείπεται δὴ βοηθεῖν, ἢ παραχωρήσαντι τῶν πόλεων, ὧν αἰτοῦμεν, ἢ προῖκα καὶ διὰ φιλοτιμίαν. τὸ μὲν οὖν τῶν πόλεων παραχωρεῖν αὐτὸν ἐμοὶ μὲν ἥδιστον καὶ μάλιστα βουλοίμην ἄν· ἐκεῖνος δὲ, ὡς ὁρῶμεν, τοσοῦτον ἀπέχει τοῦ διὰ τὴν παροῦσαν δυσπραγίαν κατεπτηχέναι καὶ ταπεινὰ καὶ ἀνελεύθερα φρονεῖν, ὥσθ' ἡδέως ἂν, ὥσπερ ἔφη, τῆς αὐτοῦ καὶ παίδων καὶ πάντων τῶν συνόντων σωτηρίας τῆς μιᾶς καὶ φαυλοτάτης πόλεως ἀλλάξαιτο. ὅτε τοίνυν οὕτως ἔχει καὶ ἐλευθέρῳ πρέποντα ἀνδρὶ καὶ βασιλεῖ προσήκοντα ἀπεφήνατο, βέλτιον ἐμοί τε ἔδοξε καὶ ὑμῖν πᾶσι παραινῶ, ᾗ ἐκεῖνος ἀξιοῖ ποιεῖν καὶ, πᾶσαν μικρολογίαν καὶ ἀνελευθερίαν ἀποῤῥίψαντας, πάσῃ δυνάμει βοηθεῖν, καὶ τὴν Ῥωμαίων αὐτῷ ἡγεμονίαν κατακτᾶσθαι, οὐ μικρὰν ὠφέλειαν ἡγουμένους τὴν παρὰ πάντων ἡμῖν εὔκλειαν ἐσομένην καὶ τὸ φίλον κτήσασθαι καὶ σύμμαχον τοιοῦτον, ὃν πολλοὶ μὲν ἐπιθυμοῦσι, τυγχάνουσι δὲ οὐδὲ ὀλίγοι, καὶ ὃν οἱ ἔχοντες αὐτοὶ, ἀγνοήσαντες καὶ τὰ χείριστα καὶ ἀλυσιτελέστατα βουλευσάμενοι ἑαυτοῖς, ἀπεώσαντο ἑκόντες. τοῦτο δὲ μόνον παρ' αὐτοῦ 2.269 αἰτεῖν ὅρκοις βεβαιοῦσθαι, ὥστε σύμμαχόν τε καὶ φίλον διὰ βίου ἡμῖν εἶναι καὶ, ἃς ἔχομεν νυνὶ πόλεις αὐτοί τε καὶ πατέρες οἱ ἡμέτεροι τῆς Ῥωμαίων ἀφελόμενοι ἡγεμονίας, μηδεμίαν ἀπαιτεῖν, ὅταν ἐπὶ τῆς ἀρχῆς καταστῇ, μηδὲ πόλεμον κινεῖν περὶ αὐτῶν ἐπιχειροῦντα ἀφελέσθαι. ᾧ καὶ αὐτὸν οἴομαι συνθήσεσθαι ῥᾳδίως, δίκαιόν τε ὂν ὁμοῦ καὶ μηδ' αὐτῷ τινα αἰτίαν ἐπιφέρον, ὡς καταπροδιδοίη τὰ Ῥωμαίων.» Ἑλένη μὲν οὖν ἡ Κράλη γαμετὴ τοιαῦτα συνεβούλευεν ἐπ' ἐκκλησίας. τοῦ δὲ ἀνδρὸς μετὰ τὸ παύσασθαι ἐκείνην λέγουσαν τοῖς ἐν τέλει τὴν βουλὴν προτιθεμένου, καὶ εἴ τίς τι βέλτιον ἔχει κελεύοντος τοῖς εἰρημένοις προστιθέναι, Λίβερος ὁ πρώτως βασιλεῖ συντυχὼν, τῶν ἄλλων τῶν ἐν τέλει μάλιστα ὢν ὁ δυνατώτατος καὶ φιλίως ἄγαν διακείμενος πρὸς βασιλέα, «ἀλλ' εἰ μὲν ἀτελῆ τινα» εἶπεν «ἢ πρὸς εὐδοξίαν ὀλίγα συντείνοντα τῇ Τριβαλῶν ἀρχῇ ἡ σὴ γαμετὴ Κράλαινα ἐφθέγξατο, εἶχεν ἄν τις προστιθέναι τὰ ἐνδέοντα. νῦν δ' εἰς τοσοῦτον ἥκει καὶ φρονήσεως καὶ εὐβουλίας, ὡς μήτε τὸν ἄγαν συνετώτατον δοκοῦντα εἶναι, μήτε τὸν εὐνούστατον ἡμῖν βελτίω καὶ λυσιτελέστερα δυνήσεσθαί ποτε βουλεύσεσθαι. ὅθεν αὐτός τε πέπεισμαι καὶ σοὶ παραινῶ, μηδὲν περαιτέρω πολυπραγμονεῖν, ἀλλ' εὐδοξίας πρόφασιν λογισάμενον ἡμῖν εἶναι τὴν βασιλέως ἐνθάδε ἄφιξιν, προθύμως βοηθεῖν.» τοιαῦτα μὲν καὶ Λίβερος εἶπεν ὡς ἐν βραχεῖ. οἱ δ' ἄλλοι πάντες οὐδὲν προσέθεντο τοῖς εἰρημένοις, ἀλλ' ὡς καλῶς 2.270 ἔχουσιν ἐπεψηφίζοντο. Κράλης δὲ καὶ αὐτὸς πολλὰς ὡμολόγει χάριτας τῇ γυναικὶ, ὅτι προσήκοντά τε αὐτῷ, ἀρχὴν μεγάλην περιβεβλημένῳ, καὶ πολλὴν οἴσοντα τὴν εὔκλειαν καὶ ἐβουλεύσατο καὶ ἔπεισε, καὶ τὴν βουλὴν ἐκύρου καὶ αὐτός. ἐν ὅσῳ δὲ τοιαῦτα Κράλης τε καὶ ἡ γυνὴ καὶ οἱ ἐν τέλει περὶ βασιλέως ἐβουλεύοντο, ὅσοι Ῥωμαίων βασιλεῖ παρῆσαν συνεπόμενοι, δείσαντες, μὴ διὰ τὴν ἐκείνου ἔνστασιν ὑπὸ Τριβαλῶν τι περὶ αὐτοὺς κακουργηθῇ, προσελθόντες ἐδέοντο βασιλέως, προσήκοντα τῷ καιρῷ ποιεῖν καὶ μὴ σφόδρα ὑπὲρ τῶν μὴ λίαν ἐνίστασθαι προσηκόντων, ἀλλὰ πρὸς τὴν ἀξίωσιν ἐνδοῦναι τοῖς βαρβάροις, μὴ διὰ ταῦτα ἐξαχθέντες πρὸς ὀργὴν ἀνήκεστα διάθωνται αὐτοὺς κακά. ὁ δὲ αὐτοῖς δριμὺ καὶ βλοσσυρὸν ἐνιδὼν ἀφίστασθαι ἐκέλευε καὶ μὴ τοιαῦτα συμβουλεύειν, ἃ πολλὴν ζῶντί τε οἴσει τὴν ἀδοξίαν καὶ μετὰ τελευτήν. οὐ γὰρ ἂν καταπροδοίη τὴν ἀρχὴν Ῥωμαίων, οὐδὲ