288
Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν ̓Ιβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ιν' ὑπὸ τὸν αὐτὸν χρόνον η τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ ̓Ιβηρίᾳ βοηθῆσαι δύνωνται μήτ' ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ ουτως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, καν μὲν πείσωσιν οτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν αγειν, αν δ' ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ινα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα. αἱ μὲν ουν ἀμφοῖν δόξαι τοιαῦται ησαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν εδοξε πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα 2.237 στεῖλαι καὶ τοῦ ̓Αννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ' εἰς ἐκεῖνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, καν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς. Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκόπουν. καί τις ̓Ασδρούβας, εις τῶν ὑπὸ τοῦ ̓Αννίβου προπαρεσκευασμένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν οτι "καν τῷ ̓Αννίβᾳ μόνῳ οσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσήκοντα εσται καὶ οὐδὲν αὐτοὶ πονήσετε." τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Αννων ὁ μέγας ἐναντιούμενος τοῖς τοῦ ̓Ασδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ενεκα τὸν πόλεμον ἐφ' ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ' ἐν ἡλικίᾳ καὶ μάλισθ' οσοι τὰ τοῦ ̓Αννίβου επραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ' οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις ειχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς εφη "ἐγὼ μὲν ἐνταῦθ', ω Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ' ὁπότερον αὐτῶν βούλεσθε ελεσθε." ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον. Ουτω μὲν ουν καὶ διὰ ταῦτα οι τε ̔Ρωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαι2.238 μόνιον τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ ̔Ρώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ετερος ἐν τῇ τῶν ̔Ρωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ερριψε καὶ ἐφθάρη, κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αιμα τὸ μὲν ἐξ ἀγαλμάτων ωφθη, τὸ δὲ ἐξ ἀσπίδος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος ηρπασε. τῷ δ' ̓Αννίβᾳ θηρία πολλὰ καὶ αγνωστα τὸν Ιβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ οψις ὀνείρου ἐφάνη. εδοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι οτι τάχιστα εἰς τὴν ̓Ιταλίαν προστάξαι καὶ λαβεῖν παρ' αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ' αὐτοῦ κελευσθῆναι επεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα ειεν· καὶ τὸν εἰπεῖν "ω ̓Αννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν ̓Ιταλίαν ερχεται." Ταῦτα τῷ μὲν ̓Αννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ ̔Ρωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ ̔Ρωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν επεμψαν, ἐς δὲ τὴν ̓Ιβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ ̓Αννίβας εἰς τὴν ̓Ιταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ ̔Ροδανοῦ ουσαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ ̔Ροδανοῦ οὐδεὶς εἰς χεῖρας ηκεν αὐτῷ, ἐκεῖ δ' ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ομως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε 2.239 πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ ουν