288
Χριστόν. μεσὰ γὰρ τὸ ελαιον ητοι τὸ χρίσμα ἑρμηνεύεται. Μεστόσ. ὁ πλήρης. εστιν ἐῶ, τὸ πληρῶ, ἐστὸς καὶ πλεονασμῷ τοῦ μ μεστός. Μέροπεσ. οἱ ανθρωποι. διὰ τὸ εχειν τὴν οπα καὶ τὴν φωνὴν μεμερισμένην. Μετεωρολέσχησ. ὁ τὰ μετέωρα καὶ ὑπὲρ ἑαυτὸν φλυαρῶν. Μετέωροσ. ὁ κοῦφος, καὶ εἰς υψος αἰρόμενος. καὶ μετεωρίζω ἐκ τοῦ ἀείρω, τροπῇ τοῦ ˉα εἰς ˉο ὀείρω καὶ ἐν ὑπερθέσει τοῦ ἰῶτα ἐόρω, καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω ἐωρῶ καὶ μετεωρῶ καὶ μετεωρίζω. καὶ μετέωρον. Μετάρσιοσ. ὑψηλὸς, μετέωρος. Μετάβολοι. οἱ μεταπράται. Μέτοχοσ. κοινωνός. Μέτριοσ. ταπεινός· ἐπιεικής. Μετανάστην. φυγάδα, μέτοικον. ἀπὸ τοῦ νάσσω ὁ μέλλων νάσω, νένασμαι, νάστης, καὶ μετανάστης. οιον· καί κεν ἐν Αργεϊ νάσσα μίαν πόλιν. Μετασχηματισμόσ. τῆς τοῦ θεωροῦντος θεωρίας μεταποίησις πρόσκαιρος, η ἐξ αλλου εἰς αλλο ἐν ἀληθείᾳ μεταποίησις. Μεσαιπόλιοσ. Μείζων. ωσπερ ἀπὸ τοῦ ταχὺς τάχιστος, ουτως καὶ παρὰ τὸ μέγας μέγιστος, καὶ ἐκεῖθεν μέσσων, ὡς ἀπὸ τοῦ τάχιστος θάσσων, καὶ τροπῇ αἰολικῇ τῶν δύο ςσ μέζων καὶ πλεονασμῷ τοῦ ι μείζων. μείζονα πάντων. μείζονα mu.1342 πάντων οἱ λέγοντες ἁμαρτάνουσι. μέγιστος γὰρ χρὴ λέγειν πάντων. μείζονα δὲ τούτου τινός. Μείλιχος καὶ μειλίχιοσ. ὁ πρᾷος. καὶ πραϋντικός. παρὰ τὸ μέλι, ως τινες φασὶν, η ἀπὸ τοῦ μέλος, μέλικος, καὶ τροπῇ τοῦ ˉκ εἰς ˉχ καὶ ἀναβιβασμῷ τοῦ τόνου μέλιχος, καὶ πλεονασμῷ τοῦ ι μείλιχος. Μείσ. ὁ μήν. Αἰολικῶς. μὴν γὰρ ην, καὶ ἐτράπη τὸ ˉη ∆ωρικῶς εἰς τὴν ˉεˉι δίφθογγον. καὶ ἐπειδὴ τὰ εἰς ˉν λήγοντα ἀρσενικὰ η θηλυκὰ οὐ θέλει εχειν πρὸ τοῦ ˉν δίφθογγον, οιον σωλὴν, Πλάτων, ετρεψε τὸ ν εἰς ς, καὶ γέγονε μείς. πρόσκειται ἀρσενικὸν καὶ θηλυκὸν διὰ τὰ οὐδέτερα· οιον τὸ διπλοῦν, τὸ χρυσοῦν. εστι δὲ καὶ ακλιτον. εἰ γὰρ ἐκλίνετο, μενὸς ειχεν ειναι ἡ γενική. ὡς δὲ παρὰ τὸ ῥήσσω ῥηγμὶς, ουτω καὶ παρὰ τὸ μειῶ μεΐς· μακρῶς δὲ αμα καὶ ὀξυτόνως. παρὰ τὸ μειῶ δὲ ειρηται, οτι μειουμένης εἰς ακρον σελήνης πληροῦται καὶ ὁ μήν. †Μεῖστοσ. ὁ ἐλάττων. ἀπὸ τοῦ μείων, μεῖστος, ὡς πλείων, πλεῖστος· τῷ λόγῳ τῶν συγκριτικῶν.† Μείων. ὁ ἐλάττων. ἀπὸ τοῦ μικρὸς, η ἀπὸ τῆς μιᾶς. τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττότερον. η ἀπὸ τοῦ μέρους μερίων, καὶ ἀποβολῇ τοῦ ˉρ καὶ συναιρέσει τοῦ ˉε καὶ ˉι εἰς τὴν ˉεˉι δίφθογγον, μείων. Μελχισεδέκ. κύριον. ἑρμηνεύεται δὲ βασιλεὺς δικαιοσύνης. τὸ γὰρ μελχὰ βασιλεὺς, καὶ τὸ σεδὲκ δικαιοσύνη. Μειδίασ. κύριον. καὶ πονηρὸς Μειδίας. mu.1343 †Μέροψ. ὁ ανθρωπος, ὁ μεμερισμένην τὴν φωνὴν εχων τῶν λοιπῶν ζώων.† (Θηλυκόν.) Μεγαλόνοια. ἡ μεγαλοφυΐα. Μεγαλοπρέπεια. φιλανθρωπία ψυχῆς μετὰ λόγου. Μεγαλοψυχία. εξις ψυχῆς τοῖς συμβαίνουσι λυπηροῖς μὴ κατολιγωροῦσα. Μεγαλοπρέπεια. ἀρετή ἐστι μεταδιδοῦσα ἐνεργείας μεγάλων πράξεων. Μεγαλαυχία. τὸ αξιον εχειν ἑαυτὸν ειναι τιμῆς. Μεγαλουργία. ἡ μεγάλη ἐργασία. Μέθεξισ. κοινωνία. Μεθημοσύνη. ἡ ἀμέλεια. Μέθη. ἡ ἐκ πολλῆς οἰνώσεως. οιον μετένεξις τοῦ ἡγεμονικοῦ. Μεθοδεία. τέχνη. Μέθοδοσ. εξις ὁδοποιητικὴ μετὰ λόγου. Μεθ' ἡμέραν. ἐν νυκτί. Μεδάνη. ονομα πόλεως. Μελίαι. δόρατα. ἀπὸ μελίας δένδρου κατεσκευασμέναι. mu.1344 Μελίτη. νῆσος πλησίον ̓Ιταλίας. Μελεδῶναι. αἱ φροντίδες. αἱ τὰ μέλη εδουσαι. καὶ μελεδωνός. Μέλλησισ. ἡ βραδύτης. μέλισις δὲ ἡ κατακοπὴ τῶν κρεῶν, ι. Μελῳδία. ἡ ἡδυφωνία. Μέλαινα. τρία σημαίνει. τὰς συνετάς· -μένεος καὶ φρένες ἀμφιμέλαιναι. καὶ τὸ βαθύ· -ωστε κρήνη μελάνυδρος. καὶ τὴν σκοτεινήν· ελκον νύκτα μέλαιναν-. Μέλισσαι. παρὰ τὸ μέλειν, τὸ φροντίζειν. οἰκονομικὸν γὰρ τὸ ζῶον καὶ ἐπιμελητικόν. η μήλιζα τὶς ουσα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρποῖς ηγουν μήλοις. μῆλον γὰρ κατὰ πάντων ειρηται τῶν καρπῶν, οθεν καὶ πολύμηλος γῆ ἡ πολύκαρπος. Μέριμνα. παρὰ τὸ μερίζω μέριδα καὶ μέριμνα. ουτω ̔Ηρωδιανὸς ἐν ἐπιμερισμῷ. Μεριδαρχία. ἡ δεκαρχία. mu.1345 Μερικὴ οὐσία. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ οντος υπαρξιν. η πρᾶγμα ἀνύπαρκτον. η λόγος αναρθρος καὶ ἀσήμαντος. Μέρμιθοσ. ἡ σχοῖνος. Μεσαύλιοσ. ἡ κατὰ τὸν ἀγρὸν επαυλις. ̓Αττικῶς δὲ τὴν μέσην τοῦ πυλῶνος καὶ τῆς αὐλῆς· η τῆς