288
ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς ὠδυνήθη κεφαλή ποτε, ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη ὑδροποσίᾳ συζῶν, οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν. Θέλεις πιεῖν; βρύει σοι ὕδωρ, κρατὴρ ἀείῤῥους, ποτὸν μέθης ἄποιον, ἀκλήματον γάννυσμα.
ΤΙΤΛ. Γʹ. -Περὶ ὕπνου καὶ ἀϋπνίας
«Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται.» «Ὕπνος ὑγεία ἐπὶ ἐντέρῳ μετρίῳ, μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον.» 96.376 «Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.» Εὐχαρίστει, ἄνθρωπε, τῷ ἀκουσίους ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντι, καὶ ἐκ μικρᾶς ἀναπαύσεως πάλιν πρὸς ἀκμὴν τῆς δυνάμεως ἐπανάγοντι. Τὸ βάθει κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις παρέχειν φαντασίαις, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν· εἶτα ἐγρήγορσις τὸ ἀνειμένον ἐτόνωσεν· καὶ οὐθέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει, ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα, οὕτω τῆς φύσεως ἑαυτὴν ἐξ ὑπαλλαγῆς ἀνακαινιζούσης, ὡς ἑκατέρων ἐν μέρει καταλαγχάνουσαν, ἀσπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διὰ παντὸς συντετᾶσθαι ταῖς ἐνεργείαις, ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν· ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσιν τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν ἀμφοτέρων μετρίως ἐπιθιγγάνειν, δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως, διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα μεταβάσεως, ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀναπαυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρηγόρσεως τὸ σῶμα λαβοῦσα, λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ, τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα. Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος ἡ εὔκαιρος ἄνεσις. Ὕπνος οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή.
ΤΙΤΛ. ∆ʹ. -Περὶ ὑποκρίσεως, καὶ εἰρωνείας, καὶ πλαστῆς εὐλαβείας, καὶ τῶν
τὰ τοιαῦτα ἐπινοούντων. «Ὑποκριταὶ καρδίᾳ τέξουσι θυμόν· καὶ ἀποθάνοι ἐν νεότητι ψυχὴ αὐτῶν.»
Οὐχ ὁρᾷς ἡλίκον κακόν ἐστιν ἡ ὑπόκρισις; καὶ αὐτὴ καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς πολλοῖς ἐγγίνεται, ὅταν τὸ μίσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπην δεικνύωσιν κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατ' αὐτὰς ὑφάλους πέτρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς ἑαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα, ὡς τό γε καθ' ἑαυτῶν παίζειν, λίαν ἐστὶν ἐπισφαλὲς καὶ ἀνόητον. Κρεῖσσον ἄριστον ἔοντα δοκεῖν κακὸν, ἠὲ κακιστὸν Κῦδος ἔχοντ' ἀγαθοῖο, τάφον ψεύστην μερόπεσσιν Ἐμμέναι, ὃς μυδοῶσι νεκροῖς ἔντοσθεν ὀδωδὼς, Ἕξοθεν ἀστράπτει κονίῃ, καὶ χρώμασι τερπνοῖς. 96.377 Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν. Πολλοὶ, φησὶν, ἠθέλησαν δικαιοπραγῆσαι. Προεβάλλοντο γὰρ ἀσκῆσαι, καὶ οὐκ ἴσχυσαν ἐκτελέσαι. ∆ιὰ τοῦτο ἀφῆκεν αὐτοὺς ἀπολέσθαι ὁ Θεὸς, ἐπειδὴ κατὰ ἀνθρωπαρέσκειαν σάκκον φοροῦσιν, καὶ ἀνυποδετοῦσι, καὶ κομῶσι τὰς κεφαλὰς, ἐπιδεικνύμενοι τοῖς ἀνθρώποις τὰ κατορθώματα, θέλοντες κληθῆναι ἅγιοι, καὶ προσκυνεῖσθαι ὑπὸ πάντων ὡς εὐλαβεῖς. Ὁρᾷς οὖν αὐτῶν τὸ ἔξωθεν σχῆμα, καὶ νομίζεις κατὰ Θεὸν αὐτοὺς ποιεῖν πάντα. Ἡ δὲ καρδία αὐτῶν τί κέκτηται, ἀγνοεῖς. Ὁ δὲ Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, οἶδεν αὐτῶν τὴν προαίρεσιν, καὶ ἀφίει αὐτοὺς ἐγκαταλειφθῆναι καὶ ἐκπεσεῖν, ἵνα φανερὰ αὐτῶν γίνηται τὰ βουλεύματα. Οἱ