288
κατείδωλον οὖσαν τὴν πόλιν. ρμʹ. "Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό." ∆όκιμος, φησὶν, ἐστὶ καὶ ἀκίβδηλος ὁ σὸς λόγος, καὶ μώμου παντὸς ἐλεύ θερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλ τρον. ρμαʹ. "Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην·" Ἡνίκα τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων 80.1865 τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ, καὶ δυνάμει, καὶ κάλλει σώματος κεκο σμημένους ἀπεδοκίμασεν ἅπαντας ἤρετο δὲ τοῦ Ἰεσσαὶ εἰ ἐκλελοίπει τὰ παιδάρια· τοῦ δὲ εἰρη κότος, ὑπολελεῖφθαι μειράκιον σμικρὸν, ὃ ποι μαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον βασιλείᾳ, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρι σεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ Προφήτης ἐμνήσθη, καὶ φησί· Καὶ νέον ὄντα με, καὶ τοῖς γεγεννηκόσιν εὐτελῆ νομισθέντα, σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα πεποίηκας· οὗ δὴ χάριν σὺν πάσῃ προ θυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα. ρμβʹ. "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶ να, καὶ ὁ νόμος σου ἀλήθεια." Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς, μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπειοι οὐ πάντως πάντες τὸ δίκαιον ἔχουσι· ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." ρμγʹ. "Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με." Ταῦτα γὰρ συνέζευκται τοῖς ἐρασταῖς τῆς ἀρετῆς. "Αἱ ἐντολαί σου μελέτη μου." Ἐκ τῆς γὰρ τούτων δι δασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. ρμδʹ. "∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶ να." Ἀντὶ τοῦ, Πρόξενα τῶν αἰωνίων ἐστὶν ἀγα θῶν. "Συνέτισόν με, καὶ ζήσομαι." Ὑπὸ σοῦ γὰρ φωτιζόμενος τῆς ἀληθοῦς ζωῆς ἀπολαύσομαι. ρμεʹ. "Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω." Κραυ γὴν πάλιν τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ· διὰ τοῦτο προστέθεικε τὸ ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωσῆς ἐβόα σιγῶν· καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη, "Τί βοᾷς πρὸς ἐμέ;" ρμʹ. "Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου." Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. ρμζʹ. "Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα." Βασιλεὺς ὢν ὁ Προφή της, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πο λεμικοὺς πρὸς ταύταις ἀναδεδεγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν· ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀνα μένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν. ρμηʹ. "Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρ θρον, τοῦ μελετᾷν τὰ λόγιά σου." Οὐ μόνον δὲ κατὰ τὸν τοῦ γλυκέως ὕπνου καιρὸν, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον, τῶν θείων νόμων ἐπεποίητο μελέτην. 80.1868 Ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν κα λινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δο τῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. ρμθʹ. "Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με." Ὁ το σούτοις κομῶν ἀγαθοῖς ἐλέου τυχεῖν ἀξιοῖ, καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον· ἀλλὰ κατὰ τὴν ὀνησιφό ρον ψῆφον. ρνʹ. "Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν." Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τῷ δικαίῳ πειρώμενοι πο λεμεῖν. "Ὁ ἀθετῶν γὰρ ὑμᾶς, φησὶν, οὐχ ὑμᾶς ἀθε τεῖ, ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς." Καί· "Ἐχ θρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀν τικειμένοις σοι." ρναʹ. "Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια." Ὁρᾷς, φησὶν, ἅπαντα, Κύριε· οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· "Θεὸς ἐγ γίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν." Καὶ ὁ μα κάριος Παῦλος, "Ἐν αὐτῷ, φησὶ,