288
βραχέσι συλλαβαῖς ἀμειψαμένων τὴν πολύστιχον καὶ πολύολβον ἐπιστολήν. ἃ δὲ πρὸς ἡμῶν εἰς ἀπολογίαν τῆς περὶ τὸν ἀδελφὸν Ἔραστον ἐγκλήσεως, ἐν τούτοις. ἡμεῖς, ἱερώτατε, εἰ καὶ ἄλλως εὐτελεῖς ἐσμεν, οὐ μὴν οὕτως ἀμαθεῖς ἢ τῶν θείων διαταγῶν καταφρονηταί, ὡς ἐντείλασθαι μαθητῇ ἡμῶν, ἔξω ἱερωσύνης τελοῦντι, κατατολμᾶν ἐγχειρεῖν τὰ τῆς ἱερωσύνης κἀντεῦθεν βαπτίζειν παιδία· τοῦτο γὰρ τὸ ἔγκλημα. εἰ δὲ λόγος ἀνάγκης ἀπῄτησεν ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς αἵρεσις λαοπλάνος, καὶ μάλιστα ἐν ταῖς προλαβούσαις λεηλασίαις, ἐφ' αἷς οὐδὲ προκύπτειν ἦν τὸν φυλαττόμενον τοῦ κρυπτικοῦ δωματίου, οὐκ ἔχω ἀποκρίνειν κατὰ τὴν ἐνοῦσάν μοι βραχεῖαν σύνεσιν οὔτε τόνδε τὸν μονάζοντα οὔτ' αὖ ἕτερον, ἐπειδὴ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις. καί γε ὁρῶμεν ἐν τοῖς πάλαι χρόνοις τοιαῦτα γιγνόμενα, καὶ ὃν μὲν ἀμμώδει ἐπιχύσει κατ' ἐρημίαν, ἐπειδὴ θάνατος παρῆν, βαπτίσαντα καὶ βαπτισθέντα καὶ ἄλλον ἄλλως. οὐκ ἔξω δὲ γνώσεως τῇ τελειότητί σου τὰ κατὰ τὸν Ἅγιον Ἀθανάσιον, ὅπως ἡ παιδικὴ πρᾶξις ὁραθεῖσα πρὸς τοῦ μακαριωτάτου Ἀλεξάνδρου ἐνεκρίθη ὡς θεοτελὴς καὶ ἐλογίσθη ὁ τελέσας ὡς ἱερεὺς καὶ ὁ τελεσθεὶς ὡς ἀναγεννηθείς, καίπερ οὐκ ἐξ ἀνάγκης ὁ καιρός. παραχωρεῖ δὲ καὶ ἡ ἕκτη σύνοδος ἐν τοῖς θείοις κανόσιν, εἰ μὴ πάρεστιν ἱερωμένος, ἐξ ἀνάγκης λαϊκὸν ἑαυτῷ μεταδοῦναι τῶν ἁγιασμάτων· ὅπερ οὐ θεμιτὸν ἄνευ περιστατικοῦ λόγου. Οὕτως οὖν εἰ γέγονεν, ἡμεῖς, σύγγνωθι πάντιμε, οὐ τολμῶμεν παρὰ τὰ θειωδῶς τοῖς πατράσιν ἐκπεφασμένα εἰπεῖν τι ἢ ἐπιτιμῆσαι. συνίστησι δὲ τὸν ἀδελφὸν οὕτω πράξαντα καὶ μετὰ πολλῆς ἀγωνίας πρῶτον μὲν αὐτὸς ὁ ἀναγκάσας (καὶ ἔστιν ὁ ἀνὴρ τῶν λίαν καὶ εὐσεβῶν καὶ ἐμφρόνων καί γε περιφανῶν, Θωμᾶς ὁ ὕπατός τε καὶ χαρτουλάριος), ἔπειτα Ἰάκωβος ὁ εὐλαβέστατος μονάζων καὶ τῆς αἱρέσεως ἀμέτοχος, εἶτα καὶ Εὐθύμιος, ἕτερος αἰδέσιμος μονάζων καὶ δεδιωγμένος. ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται, φησίν, πᾶν ῥῆμα. λέγεις, ὁ δεσπότης μου, οὐχ οὕτως ἔχειν, καὶ προφερέστερος δῆλον ὅτι τῶν πάντων. τί γοῦν ποιήσω ἐγώ, ἀπειλημμένος ἐν μέσῳ τοσούτων μαρτύρων; ἐὰν ὡς αὐτὸς φῆς ἔχῃ, ὅτι παρόντων ἱερέων φιλαχρίᾳ προμνηστευόμενος ἑαυτῷ ἱερωσύνην τοῦθ' εἰργάσατο, εἴη πρὸς ἡμῶν μήποτε εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα προβαίνων μετὰ καὶ ἑτέρων ἐπιτιμίων· δίκαιον γάρ. εἰ δέ, ὡς οἱ μάρτυρες καὶ αὐτὸς διηγεῖται, ἀναγκασθεὶς καὶ δυοῖν προκειμένων, ἢ ἀμύητον τὸ βρέφος ἀποτεθνάναι, ὅπερ ἔπαθεν οὐ πεισθεὶς πρότερον ἐν δυσὶ παισίν, ἢ προέσθαι τοῖς αἱρετικοῖς τοὺς φυλαττομένους τὴν εὐσέβειαν, οὐδὲν ἐγὼ ὁ ταπεινὸς τολμῶ ἐπισκῆψαι, ἕως ἂν ὁ μακαριώτατος ἡμῶν ἱεροτελεστὴς ἐπιθεωρήσας ἐξοίσει κρίσιν. καὶ μή μου τῆς ταπεινώσεως, πατέρων φίλτατε, καταστενάξειας, ἀλλ' ἢ μᾶλλον προσεύχου ἐν τοῖς ἰδίοις μέτροις ἑστάναι καὶ τὸν ἐσφαλμένον βίον διορθώσασθαι ἡμᾶς. περὶ δὲ ἑτέρων σφαλμάτων, ὧν ἔδωκεν ἔμφασιν ἡ θεοσέβειά σου, καὶ ἐξηγόρευκεν ἡμῖν καὶ οὐδόλως ἐπενοήσαμεν ἐκθέσμως αὐτὸν πρᾶξαι, ἀλλ' ἢ καὶ ἐπαίνου ἄξιον, εἰ, μοιχεύοντας ἀκούων, οὐχ ὑπεστείλατο μὴ οὐχὶ ἀναγγεῖλαι τοῖς δυναμένοις ἀπεῖρξαι τὸ ἀσέλγημα, ἢ τὸ τῇ κομητίσσῃ ἀγχόνῃ αἱρουμένῃ χρήσασθαι ἰδεῖν καὶ τὰ προσήκοντα ἐπιπράξασθαι. τάδε γὰρ οἶδεν ὠφληκέναι καὶ οὐκ ἄλλο καὶ πολλῆς εὐφημίας πρὸς τῶν ἀνωτέρω δηλωθέντων ἀνδρῶν, ὡς αὐτήκοος ἐγενόμην, προανεδήσατο ὁ ἀδελφὸς Ἔραστος ἐπαίνους. Οὐ τοίνυν, ἅγιε, διὰ τὸ σκινδαλμὸν αὐτὸν ἐμποιῆσαι ἐν τοῖς αὐτόθι, ἀλλὰ διὰ τὰ ἀδιόρθωτα σκάνδαλα εἶρξα τὸν ἀδελφὸν τῆς παλινοδίας, ὡς ἂν ἐντεῦθεν ἀθωωθῇ μὲν ὁ κατηγορούμενος τῶν ἐγκλημάτων, εἰρηνεύσειεν δὲ οἱ φιλεγκλήμονες καὶ παθοπράται, ὅ τε μακαριώτατος ἡμῶν πατὴρ ὑπακουσθεὶς χαρίσῃ ἡμῖν τὰς θεοκλινεῖς σου προσευχάς, ἐπεὶ καὶ τῷ ἀδελφῷ συγχώρησιν. 463 {1Ἰωάννῃ σπαθαρίῳ}1 Τὸ εὐαγγέλιον τῆς σωτηρίας τοῦ εὐλογημένου μου δεσπότου καὶ πνευματικοῦ ἀδελφοῦ, καὶ πρὸ τοῦ γράμματος ἀπαγγελθέν, ἥδυνεν ἡμῶν τὰς ταπεινὰς καρδίας· ἐπεὶ δὲ καὶ ἀνεγνώσθη, τελείως