289
βαρβάροις ἀνθρώποις ἑκὼν εἶναι ἐγχειρίσαι, εἰ καὶ μείζοσι πολλῷ καὶ δεινοτέροις περιέχοιτο κακοῖς. ἀλλ' οὕτω περὶ αὐτῆς ἐνστήσεται καὶ τὸ δίκαιον αὐτῇ φυλάξει, ὥσπερ ἂν εἰ αὐτοκράτωρ ὢν αὐτῆς καὶ πᾶσαν ὑφ' ἑαυτῷ πεποιημένος, πρὸς Τριβαλοὺς ἢ Μυσοὺς ἤ τινας τῶν ὁμόρων βαρβάρων διαλέγοιτο περὶ σπονδῶν. οἱ μὲν οὖν αὐτίκα πρὸς τὸ αὐστηρὸν τῆς ἀποκρίσεως ἐνδόντες, ὑπεχώρουν. 2.271 μεʹ. Ὁ Κράλης δὲ ἐκ τῆς βουλῆς πρὸς βασιλέα ἐπανήκων «νενίκηκας» εἶπεν ὑπομειδιῶν «ὦ βασιλεῦ, καὶ πάντας ἔπεισας, πολλῶν χρημάτων καὶ πόλεων μεγάλων τὴν σὴν ἡγεῖσθαι φιλίαν προτιμοτέραν. ὅθεν καὶ πάντας τοῖς τῆς σῆς φιλίας δήσας ἀπήγαγες δεσμοῖς, καὶ πάντες ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ χρήματα ἀναλοῦν καὶ πάντα πόνον ὑπὲρ σοῦ προθύμως εἱλόμεθα ὑφίστασθαι. τοιγαροῦν σὲ μὲν χρεὼν τὰ κατὰ γνώμην ἐπιτάττειν, ἡμᾶς δὲ τὰ ἐπιτεταγμένα πράττειν πάσῃ προθυμίᾳ καὶ σπουδῇ.» ἠξίου τε, ὥσπερ ἐβουλεύσατο μετὰ γυναικὸς καὶ τῶν ἐν τέλει, ὅρκους παρασχέσθαι τοῦ τε σύμμαχον καὶ φίλον βέβαιον διὰ βίου παντὸς αὐτοῖς μενεῖν καὶ τοῦ μηδεμίαν τῶν νυνὶ κατεχομένων πόλεων ὑπ' αὐτοῦ, ἃς αὐτός τε καὶ πατὴρ, τοῦ τε Ῥωμαίων βασιλέων πρὸς ἀλλήλους πολέμου κεκινημένου καὶ ὕστερον Ἀνδρονίκου τοῦ νέου βασιλέως ἔτι περιόντος, αὐτὸς ἔχει ἀφελόμενος, ἀπαιτήσειν καταστάντα πρὸς τὴν ἀρχὴν, ὡς προσηκούσας τοῖς Ῥωμαίων βασιλεῦσιν. ὁ βασιλεὺς δὲ πρὸς μὲν τὸ πεπεῖσθαι προῖκα καὶ φιλοτιμίας μόνης ἕνεκα καὶ φιλίας τῆς εἰς αὐτὸν ἐπικουρεῖν ἔφασκεν, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γυναικὶ καὶ τοῖς ἐν τέλει πολλὰς χάριτας ὁμολογεῖν, ὡς ψήφῳ κοινῇ τὰ τοιαῦτα ἑλομένοις. περί γε μὴν τῶν ὅρκων, οὓς ἀξιοῦσιν ἐπὶ τῷ μὴ παρενοχλεῖν ὑπὲρ τῶν ἄχρι νυνὶ κατεχομένων ὑπ' ἐκείνων πόλεων παρασχέσθαι καταστάντα ἐπὶ τῆς ἀρχῆς, μάλιστα ποιήσειν τὴν γνώμην φανε 2.272 ράν. εἰ μὲν γὰρ ἔτι νῦν ὑπὸ Ῥωμαίοις ἦσαν καὶ διασώζειν ἑαυτὰς ἠδύναντο, οὐκ ἂν οὐδ' αὐτὸς προήκατο, ὥσπερ οὐδὲ τὰς ἄλλας, ἀλλ' εἵλετο ἂν μᾶλλον πρότερον ἀποθανεῖν, ἢ ἀγεννές τι καὶ ἀνελεύθερον ἀνασχέσθαι. εἰ δ' ἔτεσι πρότερον, αἱ μὲν πλείοσιν, αἱ δ' ἐλάττοσι, βασιλέων ἔτι τῶν Ῥωμαίων περιόντων, ταύτας ἀφελόμενοι ἔχετε αὐτοὶ, οὐδ' αὐτῷ τινα μέμψιν τὸ προέσθαι τὰς κατεχομένας ἐπαγάγοι. καὶ συνέθετο ὅρκους παρασχέσθαι· ἐκεῖνο μέντοι, ἔφασκε, χρὴ σκοπεῖν, ὡς ἂν μὲν ἡ εἰρήνη διασώζοιτο καὶ αἱ σπονδαὶ, αὐτῶν μὴ παρασπονδούντων. αὐτὸς γὰρ παντὶ τρόπῳ τηρήσει τοὺς ὅρκους, οὓς ὀμόσεται, οὐδ' ὑπὲρ τῆς χώρας καὶ τῶν πόλεων, αἳ πρότερον ὑπὸ Ῥωμαίοις ἦσαν, οὐδὲν παρενοχλήσει καὶ αὐτός. εἰ δ' αὐτοὶ πρὸς πόλεμον πρότεροι χωρήσουσιν ἀδικοῦντες καὶ παρασπονδοῦντες, οὐκ ἐκείνων μόνων, ὑπὲρ ὧν οἱ ὅρκοι, οὐκ ἀφέξεται, εἰ δύναιτο, ἀλλὰ καὶ τὰς ἄνωθεν ὑπηκόους Τριβαλοῖς παραστήσεται, ἂν ἐξῇ, ὥσπερ καὶ αὐτοὶ τὰς Ῥωμαίων πάσας, εἰ δύναμις πρὸς τὴν ὁρμὴν παρείη. Κράλης δὲ καὶ ὅσοι παρῆσαν τῶν Τριβαλῶν ἐξεπλήττοντό τε καὶ διὰ θαύματος ἦγον βασιλέα, ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ πεπλασμένον διὰ τὰς περισχούσας τύχας, ἀλλὰ πάντα ἀληθῶς καὶ ὡς εἶχε διανοίας ἀπεφθέγγετο. ἡ μὲν οὖν συμμαχία τοῦτον εἶχε τὸν τρόπον. ὅρκοι δὲ ἦσαν οἱ ἐπὶ τούτοις, ὥστε βασιλέα Καντακουζηνὸν καὶ Κράλην φίλους 2.273 εἶναι διὰ βίου καὶ συμμάχους, καὶ μηδένα τὴν ἀλλήλων κακοῦν μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλὰ βασιλέα μὲν τὸν Καντακουζηνὸν, ὧν ὁ Κράλης γέγονε κύριος πόλεων Ῥωμαίοις ὑπηκόων, ἢ παρὰ πατρὸς παραλαβὼν, ἢ αὐτὸς ἁρπάσας ἔτι περιόντος βασιλέως Ἀνδρονίκου, μηδεμίαν μήτε ἀπαιτεῖν, μήτε πόλεμόν τινα κινεῖν περὶ αὐτῶν· τὰς δὲ ἐπιλοίπους, ὅσαι νῦν ἔτι ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν, ἔχειν αὐτὸν καὶ μηδεμίαν ἀφαιρεῖσθαι Κράλην μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλὰ συμμαχεῖν μόνον βασιλεῖ ἐπὶ τῷ ταύτας καταδουλοῦσθαι. καὶ ὅσαι μὲν αὐτῶν ἢ ὅπλοις ἁλῶσιν, ἢ ὁμολογίᾳ προσχωρήσουσι παρόντος βασιλέως, ταύτας ἔχειν βασιλέα καὶ Τριβαλοὺς ἀδικεῖν μηδέν· ἂν δ' ἀπόντος βασιλέως, ἢ αὐτὸς Κράλης ἢ ὅπλοις ἢ ὁμολογίᾳ ἢ χρήμασι τοὺς κατοικοῦντας διαφθείρας, ἢ τῶν ὑπ' αὐτὸν δυνατῶν τις πόλιν παραστήσεται τῶν