289
̓Αννίβας ετριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη αλλα τε καὶ μονόξυλα κατασκευάζων, εφθη δ' ουν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασάμενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι καὶ ψιλοῖς τισιν, ῃ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον επεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ιν' οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν αλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ο καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ ̓Αννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ ουτως οι τε αλλοι καὶ οἱ ἐλέφαντες ἀκινδύνως ἐπεραιώθησαν. αρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες ουν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας εσχηκε πόλεμος· οἱ γὰρ ̔Ρωμαῖοι καὶ ελαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν. ̓Εντεῦθεν ̓Αννίβας ἀπιέναι πρὸς ̓Ιταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ορη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ' ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρότατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ 2.240 τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οικαδε ἀνεχώρησαν. εχει δὲ λόγος οτι καὶ αὐτὸς ἀνέστρεψεν αν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς τῶν Αλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς ̔Ρωμαίοις ἐνέβαλε. Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν ̓Ιβηρίαν επεμψεν ὡς καταληψόμενον αὐτὴν η τὸν ̓Αννίβαν ἐπανάξοντα, αὐτὸς δ' ἐπὶ τὸν ̓Αννίβαν ηλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, επειτα αμφω πρὸς τὴν μάχην ωρμησαν. πρὶν δὲ δὴ εργου εχεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ ̓Αννίβας παρήγαγε τοὺς αἰχμαλώτους, ους κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ηρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο η μονομαχῆσαι ἀλλήλοις, ωστ' ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον ειλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ' ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. ειτα συνῆλθον μὲν ὡς ολοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ' αν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ων ἑπτακαιδεκαέτης ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν. ̓Αννίβας δὲ μεθ' ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ 2.241 μαθὼν πρὸς τὸν ̓Ηριδανὸν ηλθε, καὶ μήτε σχεδίας η πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκιπίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς ̔Ρωμαίους ἐκέλευσεν, αὐτὸς δὲ ανω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέταξε. καὶ ουτω τοῦ υδατος περὶ τοῖς ογκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς ουν ὁ Σκιπίων κατὰ χώραν εμεινε, καὶ ἐμαχέσατ' αν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ' αὐτοῦ ηὐτομόλησαν. ὁ δ' ουν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αυθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο. ̔Ο μὲν ουν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, ̓Αννίβας δὲ πολλὰ