289
ἀνδρωνίτιδος καὶ γυναικωνίτιδος. Μεσημβρία. μεσημερία. συγκοπῇ καὶ πλεονασμῷ τοῦ β μεσημβρία. ηγουν τὸ μέσον τῆς ἡμέρας. Μεσέμβρεια δὲ χώρα, δίφθογγον. Μεσόδμη. ἡ μεσοδόμη κατὰ συγκοπήν. Μεσότητος ἐπίῤῥημα. οιον ἀπὸ τοῦ φιλοσοφεῖν καὶ φιλοσόφου τὸ φιλοσόφως. Μετάνοια. γνησίως ἀπὸ πταίσματος ἐπὶ τὸ ἐναντίον ἀγαθὸν ἐπιστροφή. Μετακλίσεισ. αἱ ῥοπαὶ, αἱ μεταθέσεις. Μετάγνωσισ. ἡ μεταμέλεια. Μετάφρασισ. ἑρμηνείας ἀλλοίωσις, τὴν αὐτὴν δὲ φυλάττουσα διάνοιαν. Μετ' ἐμφάσεωσ. μετὰ φανερώσεως. Μετοικεσίαν. αἰχμαλωσίαν. μετοικεσίαν Βαβυλῶνος ὁ ̓Απόστολος Ματθαῖος τὴν παντελῆ αἰχμαλωσίαν τῶν ̓Ιουδαίων φησὶν, ητις ἐν Βαβυλῶνι αχρι καὶ ἑβδομηκοστὸν ετος παρετάθη· ἐπὶ Κύρου δὲ καὶ ̓Αρταξέρξου ἐλύθη. Μετοχή. ἡ συνάφεια. ∆αβίδ· ης μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. εστι δὲ καὶ ετερον μετοχὴ, λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν mu.1346 ὀνομάτων ἰδιότητος. καὶ μετέχει τοῦ μὲν ῥήματος διαθέσεις χρόνους καὶ συζυγίας· τοῦ δὲ ὀνόματος γένη, ειδη, σχήματα, ἀριθμοὺς, πτώσεις. διατί ἡ μετοχὴ ουτε πρόσωπα ουτε ἐγκλίσεις εχει; ἐπειδὴ προσώπων ἐξέπεσε, προσώπων δὲ μὴ οντων ουτε εγκλισις δύναται ειναι. εἰ γὰρ θέλημα ψυχῆς ἐστὶν ἡ εγκλισις, πῶς δύναται θέλημα ψυχῆς χωρὶς προσώπου ειναι. Μειονεξία. ἡ μικρὰ δόσις. Μείραξ καὶ μειρακίσκη ἐπὶ θηλείας· μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ αῤῥενος. λέγει δὲ τὴν ἀπὸ ἐτῶν πεντεκαίδεκα εως τῶν εἰκοσιδύο. παρὰ τὸ ειρω, ο σημαίνει τὸ λέγω· ειραξ καὶ πλεονασμῷ τοῦ μ μείραξ, ἡ δυναμένη ηδη λέγειν. κρεῖττον δὲ λέγειν αὐτὸ παρὰ τὸ ἱμείρω, ἱμείραξ καὶ μείραξ, ἡ τοιούτου χρόνου ουσα, ωστε καὶ ἐπιθυμεῖσθαι. Μεθοδείασ. ἐπιβουλὰς, ἐνέδρας, δόλους. ὁ ̓Απόστολος· πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Μεγαλοψυχία. ἐλευθεριότης, μεγαλοδωρία. ω τῆς μεγαλοψυχίας. (Οὐδέτερον.) Μεγαλώνυμον. τὸ μεγαλόδοξον. Μέγαρον. τὸ ὑπερῷον οικημα. παρὰ τὸ μέγα, μεγαίρω, μέγαρον· ἐγκώμιον γὰρ οικου τὸ μέγα καὶ αξιον φθόνου. Μεγήρατα. μεγάλως ἐπέραστα. η ὑπερήφανα διὰ τὸ κάλλος. η μεγάλως ἐρίζοντα περὶ κάλmu.1347 λους. η πρὸς ους οὐ δύναταί τις ἐρίσαι. ἀλλὰ μετ' ἀλλήλων ἐρίζειν. ̔Ησίοδος· -μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ-. †Μέγηρον. τὸ ἐπέραστον.† Μέδιμνον. τὸ μόδιον. η μέτρον ἀττικὸν γινόμενον μόδιοι ἑπτὰ ητοι τεσσαρακονταοκτὼ χοίνικες. Μέγιστον. ου μεῖζον οὐδέν. Μέθυ. ὁ οινος. ἀπὸ τοῦ μεθείειν καὶ ἀμελεῖν ποιεῖν τὸν ανθρωπον τὸν αὐτὸν πίνοντα. Μέλαθρον. οικημα. κυρίως δὲ τὸ μέσον τῆς στέγης ξύλον, ο καλοῦμεν ὑπότονον. ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. Μέλαν. χρῶμα συγκριτικὸν οψεως, ηγουν χρώματος, συνάγον τὴν οψιν. Μέλεον. μάταιον, αθλιον. Μέλη. η συνωνύμως ἀπὸ τοῦ μεμερίσθαι, μέρη καὶ μέλη, η ἀπὸ μεταφορᾶς τῶν μουσικῶν μελῶν, ἐπειδὴ παρ' ἐνίοις ἐδόκουν οἱ ανθρωποι μετὰ ἁρμονίας συνεστάναι. ουτω καὶ τὰ σώματα. ουτω Σωρανός. †Μεγαλλεῖον. ονομα μύρου. ἀπὸ Μεγάλλου Σικελιώτου τοῦ εὑρόντος αὐτό.† mu.1348 Μέλοσ. ἡ σύγκρισις τοῦ επους, τὸ μεμερισμένον. η ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μελίγυον. πόμα τὶ Σκυθικὸν γινόμενον ἐκ μόνου μέλιτος μεθ' υδατος, βοτάνης ἐμβαλλομένης. Μελίσσειον κηρίον. καὶ ἀπὸ μελισσείου κηρίου. Μέλπηθρον. τὸ παίγνιον. παρὰ τὸ μέλπω, τὸ παίζω. σημαίνει καὶ τὸ ὑμνῶ. Μενοεικέσ. ἀρεστὸν τῇ ψυχῇ. καὶ θυμῆρες καὶ προσηνές. παραμένει γὰρ, ο ἐστιν εἰκὸς καὶ ἀρεστὸν τῇ ψυχῇ. †Μένοσ. δύναμις· ὀργή.† Μέρμερα. τὰ μερίμνης αξια. παρὰ τὸ μείρω, τὸ μερίζω. Μέρη. ἀπὸ τοῦ μερίζεσθαι, καὶ αλλο αλλου διαφέρειν συστατικὸν τοῦ ολου σώματος. Μετόπωρον. ὁ μετὰ τὴν ὀπώραν καιρός. Μεταίχμιον. τόπος μεταξὺ δύο πολεμίων. αἰχμὴ γὰρ ἡ λόγχη. Μεταλητικόν. τὸ μεταδοτικόν. †Μετάλλειον. τὸ μύρον ελεγον, ἀπό τινος Μετάλλου Σικελιώτου εὑρόντος αὐτοῦ τὴν κατασκευήν.† Μέταλλον καὶ μεταλλῶ. ἀπὸ τοῦ μεταλλᾷν ἐν αὐτῷ τὶ τὸ ουτω ζητεῖν ελεγον. Μεταμάζιον. τὸ μεταξὺ τῶν μαζῶν. mu.1349 Μεταμώνια. μάταια. ἀνεμώνιος, ἀνεμώνια, τὰ ὑπὸ τῶν ἀνέμων ὀλούμενα. γίνεται καὶ κατὰ τροπὴν τοῦ ˉν εἰς ˉλ