1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

289

γὰρ κατὰ ἀνθρωπαρέσκειαν μεταβαίνοντες εἰς τὸν βίον τῶν ἀρετῶν, οὗτοι καὶ σφάλμασι περιπίπτουσιν. Οἱ δὲ κατὰ Θεὸν βουλόμενοι ἀσκῆσαι ὀρθῶς, οὐδέποτε ἐγκαταλιμπάνονται ὑπὸ τοῦ Θεοῦ, καθὼς εἶπεν ὁ προφήτης· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. ∆ίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ ἐλπὶς αὐτῶν παρὰ Ὑψίστῳ. Πολλοὶ οὖν σφαλέντες τῶν μοναχῶν εἰς γάμον ἐτράπησαν, κακῶς ἐκλαμβάνοντες τὸ τοῦ Ἀποστόλου ῥητόν· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Καὶ οὐκ οἴδασιν, ὅτι μετὰ τὰς συνθήκας τὰς εἰς Θεὸν γινομένας, οὐ λέγεται ἔτι γάμος, ἀλλὰ πορνεία. Ἕκαστος οὖν ὁ δυνάμενος βαστάσαι τὰς ἀνάγκας τοῦ σώματος, τότε ὑπεισέλθοι τὸν ζυγὸν τῆς ἀσκήσεως, καὶ μὴ ἐκπέσοι εἰς τὰ καταχθόνια τοῦ ᾄδου.

ΤΙΤΛ. Εʹ. -Περὶ υἱοῦ σοφοῦ.

«Υἱὸς σοφὸς εὐφραίνει πατέρα.» «Υἱὸς φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.» «∆ιεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται.» «Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν.» «Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶ, καὶ χαιρέτω ἡ τεκοῦσά σε.» «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα.» Τέκνων ἀρετὴ, δόξα πατέρων.

ΤΙΤΛ. ςʹ. -Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου.

«Υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.» «Υἱὸς ἄφρων λυπεῖ μητέρα. Ἀνεμοφθόρος γίνεται ἐν ἀμητῷ, υἱὸς παράνομος.» «Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ.» 96.380 «Υἱὸς ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν.» «Ἔγγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ. Ἔγγονον κακὸν δίκαιον ἑαυτὸν κρινεῖ. Ἔγγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.» «Αἰσχύνη πατρὸς ἐν γεννήματι ἀπαιδεύτῳ.» «Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.»

ΤΙΤΛ. Ζʹ. -Περὶ ὑετοῦ, καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς οὐρανὸν τὰ ὕδατα

ἀνάγονται. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ'

οὐρανόν.» «Πάντα ὅσα ἐθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ,» καὶ τὰ λοιπά. «Ὁ προσκαλεσάμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ.»

ΤΙΤΛ. Ηʹ. -Περὶ ὑγείας· καὶ ὅτι πάντων διαφέρει.

«Κρείσσων πτωχὸς ὑγιὴς, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.» Ὑγεία καὶ εὐεξία παντὸς χρυσίου βελτίω· σῶμα εὔρωστον, ἢ ὄλβος ἄμετρος. Ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων. -Κοινὸν δῶρον ὑγεία. -Ὑγείας ἐπιλαβούσης ἐξαφανίζεται ὀδύνη. Ἄριστον μὲν ὑγιαίνειν ἀεὶ, καλὸν δὲ καὶ ἀνασφῆλαι μετὰ τὴν νόσον.

ΤΙΤΛ. Θʹ. -Περὶ ὑπονοίας· καὶ ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τεκούσας

ὑπονοίας κακάς. «Μὴ δότε ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν.» Μηδεὶς ὑμῶν κατὰ τοῦ πλήσιον

ἐχέτω τι. Μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δι' ὀλίγους ἄφρονας τὸ ἔνθεον πλῆθος βλασφημῆται.