289
ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν." ρνβʹ. "Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά." Μαρ τύρια καλεῖ τὸν οὐρανὸν, καὶ τὴν γῆν. "Καταβὰς, φησὶ, διαμάρτυρε αὐτοῖς τὸν οὐρανὸν, καὶ τὴν γῆν." ∆ιὰ τοῦτο καὶ Μωσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· "Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." Ἐν δὲ τούτοις ὁρᾶ ται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι βῶς, ὡς ἐγγὺς εἶ σὺ, καὶ παρεῖ τοῖς γινομένοις, καὶ λανθάνει σε τῶν πραγμάτων οὐδέν. ρνγʹ. "Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην." -"Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται," κατὰ τὴν τοῦ Κυρίου φωνήν. Καί· "Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Ταύτῃ καὶ ὁ θεῖος Προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετάς· καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλει βοή θειαν. ρνδʹ. "Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με." Τῶν ὑποσχέσεων τὸν ∆εσπότην ἀναμιμνήσκει, καὶ παρ' αὐτοῦ τὴν σωτη ρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀν τιβολεῖ. ρνεʹ. "Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ 80.1869 δικαιώματά σου οὐκ ἐξεζήτησαν." Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας σφᾶς αὐτοὺς ἐστέρησαν οἱ παρα νομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. ρνʹ. "Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με." Πολὺς τῆς σῆς φιλανθρω πίας ὁ πλοῦτος· δικαία σου ἡ ψῆφος. Τὴν ἀπὸ τού των σωτηρίαν αἰτῶ. ρνζʹ. "Πολλοὶ οἱ ἐκδιώκοντές με, καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα." Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων ἠνεσχόμην τι παραβῆναι. Καὶ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν εἰρηκότες ἔφαμεν, ὡς πάντα ὁ θεῖος ∆αβὶδ τὰ συμβεβηκότα αὐτῷ ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ· καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς· τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε. Τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείραστος ἦν. ρνηʹ. "Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο." Οὕτως ὁ μακά ριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ ∆εσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρή νησεν. ρνθʹ. "Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με." Συνεχῶς ἐντολῶν, καὶ νόμων, καὶ δικαιωμάτων μνημονεύει, καὶ μαρτυριῶν, τῶν περὶ ταῦτα πόθον δεικνύς. ρξʹ. "Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶ να πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου." Ἀψευ δεῖς ἔχεις τὰς ὑποσχέσεις· ἀληθείᾳ τὰς σὰς ἐπ αγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς τοὺς λόγους. Ἀρ χὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγε λίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος. Ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ηὐλόγησε κατὰ τὰς ἐπαγγελίας πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκὼς, "Εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου." Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώ νιον κράτος. ∆ιὸ καὶ ἀληθείᾳ ἔφη κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρχήν. ρξαʹ. "Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου." Τοὺς πο λεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην, τοὺς δὲ σοὺς ἔδεισα νόμους. ∆ιὸ καὶ καθεύδοντα τὸν πολέ μιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτολμήθην· καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων, ἔλεγον· "Φείσασθαί μοι τοῦ παιδαρίου." 80.1872 ρξβʹ. "Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλᾶ." Ἐπειδὴ πολεμίων ἐμνημό νευσε διωκόντων, εἰκότως καὶ τῶν σκύλων τὴν μνή μην παρήγαγε. Λέγει δὲ, ὅτι Πάντας εἰ ἀνεῖλον ἐκείνους, καὶ σκυλεύσας πλεῖστα ὅσα συνήγαγον λά φυρα, οὐκ ἂν οὕτως ηὐφράνθην, ὡς τοῖς σοῖς ἐπ αγαλλόμενος νόμοις. ρξγʹ. "Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην· τὸν δὲ νόμον σου ἠγάπησα." Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος τἀναντία μυ σάττεται. ρξδʹ.