289
εὔφρανεν καὶ ἐχαροποίησεν, καὶ οὐχ ἡμᾶς μόνους τοὺς ἁμαρτωλούς, ἀλλὰ καὶ τὰς ἀγγελικὰς δυνάμεις, εἴπερ ἐφ' ἑνὶ ἀνθρώπῳ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς γίνεται κατὰ τὰ ἱερὰ λόγια. ἀλλ' εὐλογητὸς ὁ θεός, ὃς οὐκ εἴασε τὴν τιμιότητά σου ἕως τέλους συναπαχθῆναι τῇ πονηρᾷ αἱρέσει τῶν χριστομάχων, ἀλλὰ διὰ τῆς καλῆς καὶ μακαρίας θυγατρὸς ἐπέστρεψεν εἰς τὸ φῶς τῆς ἀληθείας. καὶ ὢ τοῦ θαύματος καὶ τοῦ γεννήσαντος καὶ τῆς γεννηθείσης· ὢ τῆς τῶν ἀμφοτέρων εἰλικρινοῦς ἀγάπης, τῆς μὲν φροντισάσης ἐπ' αὐταῖς ταῖς τελευταίαις ἀναπνοαῖς τὸ πατρικὸν σῶσμα, τοῦ δὲ κλίναντος θεοπρεπῶς τὸ οὖς καὶ χαρισαμένου τῇ αἰτησαμένῃ καλὸν ἐντάφιον, τὴν ὀρθόδοξον ἐπιστροφήν. ἀπῆλθεν ἡ μὲν ἔχουσα μετὰ τῆς οἰκείας καλοκἀγαθίας ξένιον τερπνὸν προσοῖσαι τῷ θεῷ, τὸ πατρῷον σωτήριον, ὁ δὲ ἐπέμεινεν θυγατρὸς ἱερᾶς εὐσεβὲς ἐγκαλλώπισμα καὶ πάντων· τῶν ὀρθοδόξων ὡς ἀληθῶς εὐφραντήριον. τί γὰρ οἶδας, φησί, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; ἡμῖν δὲ μικρὸν ὑπαλλακτέον, ὅτι ἔσωσεν ἡ θυγάτηρ τὸν πατέρα. καὶ μακαρία ἐκείνη ἡ ὁσία, μακάριος καὶ σύ, ὦ τριπόθητε· πείθομαι γὰρ ὅτι σὺν σοὶ καὶ ὅλην οἰκίαν, τάχα δὲ καὶ γένος προσαγάγῃς ὀρθοδοξοῦν τῷ δεσπότῃ Χριστῷ, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ὑμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Τοιαύτη ἡ θεία προσφορὰ καὶ καλλίστη σου ἡ ὁμολογία, ἣν ἐν τοῖς γράμμασιν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. οὕτω γὰρ ἡ ἀληθινὴ πίστις τῶν χριστιανῶν, κατὰ μὲν τὸ τῆς θεολογίας δόγμα πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει, θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον (εἰς ἕνα θεὸν καὶ οὐ τρεῖς, ἄπαγε, ἐπείπερ μία ἡ θεότης, οὐ διαιρουμένη ταῖς τρισὶν ὑποστάσεσιν, ἀλλ' ὅλη ἐφ' ἑκάστῳ προσώπῳ θεωρουμένη ἀμερίστως· ὃ καὶ παράδοξον, θεὸν λέγειν ἕκαστον καὶ εἰς ἕνα θεὸν ἀνακεφαλαιοῦν τὸ ὁμολόγημα), κατὰ δὲ τὸ τῆς οἰκονομίας πάλιν πιστεύειν ὅτι ὁ λόγος σὰρξ ἐγένετο, ἤγουν ὁ εἷς τῆς Ἁγίας Τριάδος ἐγεννήθη ἐκ τῆς παναχράντου παρθένου Μαρίας, μείνας μὲν ὅπερ ἦν, θεὸς ἀναλλοίωτος καὶ τῷ πατρὶ συναΐδιος, προσλαβὼν δὲ τὸ ἡμέτερον διὰ τῆς παρθενικῆς ἐν Πνεύματι Ἁγίῳ γεννήσεως. καὶ ἔστιν ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅλα φέρων ἀνελλιπῶς ἐν ἑαυτῷ τὰ τῶν ἑκατέρων φύσεων ἐξ ὧν συνετέθη, θεότητός τε φημὶ καὶ ἀνθρωπότητος ἐν μιᾷ ὑποστάσει τὰ ἰδιώματα, περιγραπτὸς καὶ οὐ περιγραπτός, τὸ μὲν κατὰ τὴν θεότητα, τὸ δὲ κατὰ τὴν ἀνθρωπότητα· ταῦτα γὰρ τὰ ἰδιώματα, καὶ τῷ μὲν ἀπεριγράπτῳ εἷς ὢν τῆς Ἁγίας Τρίαδος, τῷ δὲ περιγραπτῷ εἷς ὢν ἐξ ἡμῶν. κἀν τούτῳ πιστοῦται μεσίτης θεοῦ καὶ ἀνθρώπων γενόμενος, ὡς συνάπτων τὰ ἄκρα πρὸς ἑαυτὸν καὶ δι' ἑαυτοῦ θείας φύσεως κοινωνοὺς καὶ θεοῦ υἱοὺς ἡμᾶς ἀπεργασάμενος, τὸ θαυμαστὸν καὶ ὑπεραινετὸν καὶ νοούμενον καὶ λεγόμενον. ὁ οὖν λέγων αὐτὸν μὴ περιγράφεσθαι ἐν σαρκὶ καθ' ὁμοιότητα ἡμετέραν, ἀρνεῖται, εὐλογημένε μου ἀδελφέ, θεὸν ἐν σαρκὶ φᾶναι, ἀντιτασσόμενος τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ καὶ ἔστιν Ἰουδαίοις ἴσος· ποῦ γὰρ ἀληθεύσει τὸ ὅμοιος ἡμῖν κατὰ πάντα γεγονέναι, εἴπερ μὴ ἐξεικονίζοιτο καθ' ἡμᾶς; ποῦ δὲ τό, ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα; ποῦ δὲ τό, τί με θέλετε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός; ὁ τοίνυν μὴ περιγραφόμενος οὔτε ὅμοιος ἡμῖν δῆλον ὅτι οὔτ' αὖ ψηλαφᾶται οὐδ' οὐ μὴν ἀποκτένεται. ἀλλὰ μὴν ἀπεκτάνθη καὶ ἐψηλαφήθη μετὰ τὴν ἀνάστασιν· οὐκοῦν καὶ περιγραπτὸς τῇ καθ' ἡμᾶς ἐξεικονίσει. ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν οἱ εἰκονμάχοι καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ἐκ τοῦ ἀρνεῖσθαι τὴν εἰκόνα Χριστοῦ σὺν τῆς Θεοτόκου καὶ τῶν ἁπάντων ἁγίων ἀρνούμενοι τὴν σωτήριον οἰκονομίαν, καὶ Χριστὸν μὲν ὁμολογοῦντες ὡς τὰ δαιμόνια, τοῖς δὲ ἔργοις ἀρνούμενοι· οὐ γάρ τοι Χριστὸς ὁ Χριστός, εἰ μὴ περιγράφοιτο, οὐδὲ προσκυνεῖται, εἰ