χιτὼν οὐκ ἐξ ἀνάγκης μόνον ὁ τῆς σαρκὸς ἀμέσως ἐχόμενος, ἀλλὰ καὶ τὸ ἁπλῶς ἔνδυμα πλὴν εὐαφὲς καὶ ἁπαλὸν καί, ὡς εἰπεῖν, χυτόν, ἐξ οὗ παράγωγος ὁ χιτών, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ' ἥκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος, ὅτι τοῖς τὴν Σῖριν οἰκοῦσιν ἐπεχωρίασε τὸ φορεῖν ἀνθίνους χιτῶνας, οὓς ἐζώννυντο οἱ ἐκεῖ μίτραις πολυτελέσι. διὸ καὶ ἐκαλοῦντο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες πρός τινα διαστολήν, ἐπεί, φησίν, Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ.] Ἔτι ἰστέον καὶ ὅτι οὖλοι τάπητες ἢ οἱ δασεῖς καὶ τριχωτοί, ὁποῖα τὰ κοινῶς νῦν λεγόμενα ἐπεύχια, ἢ εὐείλητοι καὶ εὔκλωστοι, ὅθεν καὶ οὔλη θρίξ, ἢ καὶ ἄλλως εὐείλητοι, ὅ ἐστιν εὐδίπλωτοι διὰ μαλακότητα. [∆ῆλον δ' ὅτι οὖλος λέγεται καὶ ὁ ὅλος, ὅ ἐστιν ἀκέραιος, οἷον «οὖλος ἄρτος», καὶ ἐκ τοῦ τοιούτου γίνεται καὶ οὔλω, τὸ ὑγιαίνω, ὡς τὸ «οὖλέ τε καὶ μέγα χαῖρε». πολὺ χρηστότερον δὲ τούτων ἐν ποιήσει τὸ οὖλος ὁ ὀλέθριος, οὗ σύνθετον τὸ οὐλοβόρος ἔχις, οἷον· εἰ ἔτυμον τὸ τὴν μύραιναν σὺν οὐλοβόροις ἐχέεσσι θόρνυσθαι, ἤγουν σπερμαίνειν, θορὸν δέχεσθαι, προλιποῦσαν ἁλὸς νομόν. Νίκανδρος δὲ αὐτό φησιν ἀμφιβάλλων τὴν μετὰ ἔχεων μίξιν τῶν μυραινῶν. 3.841 Τάπητες δέ, περὶ ὧν καὶ ἀλλαχοῦ ἐγράφη, σκοπητέον εἴπερ ὡμοίωνται τοῖς ἀμφιτάποις ἢ ταῖς ψιλοτάπισιν, ὧν μνεία παρὰ τῷ ∆ειπνοσοφιστῇ, εἰπόντι ὡς κλῖναι χρυσαῖ σφιγγόποδες ἵσταντο, ταύταις δ' ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας. ὅθεν δῆλον ὡς ὑπόστρωμα καί, ὡς εἰπεῖν, ὑποβολὴ στρώματος ἢ μᾶλλον περιστρώματος ἦν, ὥσπερ ἔστιν ὅτε ὁ τάπης, οὕτω καὶ ὁ ἀμφίταπος, ἐναντίος ὢν τῇ ψιλοτάπιδι τῇ ἴσως καὶ ψιλοδάπιδι, καθότι δίμαλλος αὐτὸς ἔοικεν εἶναι κατὰ τούς, ὡς ἂν εἴποι τις, διπροσώπους σάγους. Ὅτι δὲ ὑπέκειντο καθὰ οἱ ἀμφίταποι καὶ οἱ τάπητες, οὕτω καὶ αἱ ψιλοτάπιδες, ὧν ἐτυμολογία τὸ πατεῖσθαι, δῆλον ἐκ τοῦ «διῄει ὁ βασιλεὺς διὰ τῆς αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ' ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς». ∆οκοῦσι δὴ ἄμαλλοι μὲν αἱ ψιλοτάπιδες εἶναι ὡς καὶ αἱ ψιλοδάπιδες, ἀμφίμαλλοι δὲ οἱ ἀμφίταποι, ἑτερόμαλλοι δὲ οἱ τάπητες.] (ῃ. 227) Τὸ δὲ «τέῳ», ἤγουν τινί, πλεονασμὸν ἔχει τοῦ ˉε. ταὐτὸν γὰρ οὔτε τέῳ εἰπεῖν καὶ οὔτε τῷ. τοῦ δὲ τέω καὶ γενικὴ πληθυντικῶν ἐστὶ τέων. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἡμεῖς ἰδιωτικώτερόν φαμεν οὐκ ἄλλῳ τινὶ εἰ μὴ τῷ δεῖνι, οἷον οὐκ ἔθυεν ἄλλῳ τινὶ εἰ μὴ τῷ ∆ιΐ, τοῦτο Ὅμηρος μὲν οὕτω φησίν· οὔτε τῷ ἔσπενδεν ὅτε μὴ ∆ιΐ. οἱ δὲ ὕστερον ῥήτορες ὅτι μὴ ∆ιΐ, τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων, οἷον οὐδεὶς ἕτερος ὅτι μὴ ὁ δεῖνα, καὶ οὐδένες ἄλλοι ὅτι μὴ οἱ δεῖνα. οὕτω δὲ καὶ ἐπὶ ῥημάτων, οἷον· οὐκ ἄλλο τι ἔδρα ὅτι μὴ ἐτρύφα. τὸ δ' αὐτὸ καὶ ἐπὶ μετοχῶν καὶ ἐπὶ ἀντωνυμιῶν. Καὶ σημείωσαι ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ μετ' αὐτὸν εἶπον τὸ ὅτι μὴ τόδε. ἐν γὰρ τῷ «ὅτε μὴ ∆ιῒ πατρί», τὸ μὲν ˉτˉε παραπληρωματικῶς παρέλκει, τὸ δὲ «ὅ» ἀντὶ τοῦ ὅτι νοεῖται. (ῃ. 228) Θέειον δὲ ἢ τὴν θέαφον λέγει ἢ λεπτὴν αἰθάλην πυρός, καθά τισι τῶν παλαιῶν δοκεῖ, ἢ καὶ εἶδός τι θυμιάματος, ὃ ἐπὶ καθαρμῷ καὶ ἀποτροπιασμῷ μετεχειρίζοντο. διὸ καὶ θεῖον εἶναι αὐτὸ ἐδόκει. καὶ ἐντεῦθεν ἐκλήθη πλεονασμῷ τοῦ ˉε. ὅθεν καὶ Ὀδυσσεὺς μετὰ τὴν 3.842 μνηστηροκτονίαν, «οἶσε θέειον», φησίν, «ὡς ἂν θεειώσω μέγαρον». καὶ εἴρηται ἐν Ὀδυσσείᾳ περὶ τῆς τοιαύτης λέξεως ἀκριβέστερον. Ὅρα δὲ καὶ ὅτι τὸ δέπας ἐκάθηρε μὲν θεείῳ, ἔνιψε δὲ καλαῖς ῥοαῖς ὕδατος καθὰ καὶ τὰς χεῖρας. Καὶ ἔστι τὸ καθαίρειν θεία λέξις παρὰ τοῖς παλαιοῖς, ἐξ οὗ καὶ οἱ θρυλούμενοι καθαρμοί. τὸ μέντοι κάθαρμα οὐ σεμνὴ λέξις ὡς οὐδὲ τὸ λῦμα, ὅθεν καὶ ὁ λυμεών. (ῃ. 229) Τῆς δὲ ῥοῆς προκατάρχει ὁ ῥόος, ὡς καὶ τῆς χολῆς ὁ χόλος. Τὸ δὲ «ἔπειτα» χρονικὸν τρὶς ἐνταῦθα κεῖται· ἔπειτα ἔνιψεν, ἔπειτα στὰς μέσῳ, ἔπειτα ἐπὶ νῆας ἵκοιτο. οὐ γὰρ αἰδεῖται τὴν καίριον ταὐτολογίαν. οὕτω καὶ αἴθοπα οἶνον δὶς ἐνταῦθα λέγει. ὁμοίως καὶ τὸ «∆ιῒ πατρί». ὃν καὶ ἀπολύτως πατέρα ἐν τούτοις λέγει ὡς ἀρχέτυπον. τοὺς γὰρ ἐν ἀνθρώποις πατέρας ἀφιδρύματα τοῦ τοιούτου πατρὸς ∆ιός φασιν οἱ παλαιοί. Ὅρα δὲ καὶ ὅτι ἐπὶ ὀλίγου ὕδατος ἔφη τὸ