290
Ῥωμαίοις ὑπηκόων, καὶ ταύτην εἶναι βασιλέως καὶ ἀποδιδόναι ἀπαιτοῦντι, μηδὲν πολυπραγμονοῦντας. αὐτὸν δὲ Κράλην πολέμιον εἶναι Ἄννῃ τε τῇ βασιλίδι καὶ τῷ υἱῷ Ἰωάννῃ τῷ βασιλεῖ καὶ σπένδεσθαι μηδέποτε, ἀλλὰ κακοῦν κατὰ τὸ δυνατὸν βοηθοῦντα Καντακουζηνῷ τῷ βασιλεῖ, τρόπῳ ὁποίῳ ἂν δύναιτο ἰσχυροτάτῳ. καταστάντος δὲ καὶ Καντακουζηνοῦ βασιλέως ἐπὶ τῆς ἀρχῆς, Κράλῃ συμμαχεῖν κατὰ τὸ δυνατὸν, ἄν τις ἐπίῃ ἐπ' αὐτὸν, καὶ πολέμιον ἡγεῖσθαι τὸν αὐτῷ ἐπιστρατεύσοντα. γενομένου δὲ καὶ περὶ Χρέλη τοῦ Τριβαλοῦ λόγου οὐκ ὀλίγου, 2.274 καὶ Κράλη μὲν αὐτὸν ἀντιποιουμένου διὰ τὸ ὁμόφυλον, βασιλέως δὲ ὡς ἔτι Ἀνδρονίκου περιόντος τοῦ βασιλέως αὐτομολήσειεν ἰσχυριζομένου, καὶ νῦν οὐ μόνον ὑπὸ τὴν Ῥωμαίων τελοίη ἡγεμονίαν, ἀλλὰ καὶ ἰδίως αὐτῷ προσχωρήσοι καὶ ἕλοιτο πράττειν τὰ αὐτοῦ, προσέτι δὲ καὶ ὅρκους ὑποδεικνύντος, δι' ὧν συνέθετο ὁ Χρέλης δουλεύειν Καντακουζηνῷ τῷ βασιλεῖ, ἐπεὶ δίκαια ἐδόκει λέγειν, συνέθετο καὶ ὁ Κράλης καὶ προσεγράφετο καὶ αὐτὸς τοῖς ὅρκοις. οἱ μὲν οὖν ὅρκοι οὕτως ἐγράφοντο. ἔδει δὲ καὶ τὸν ἀρχιεπίσκοπον τῶν Τριβαλῶν παρεῖναι, ὡς γενησομένων ἐπ' αὐτοῦ τῶν ὅρκων. καὶ μεταπεμψαμένου τοῦ Κράλη, παρῆν καὶ αὐτὸς οὐκ ἐν μακρῷ. ἐπεὶ δὲ παρῆν ἐν τῇ οἰκίᾳ Κράλη, ἐκεῖνος μὲν ἄχρι τοῦ μέσου προελθὼν τῆς αὐλῆς, ἐπελάβετό τε τῶν χαλινῶν τοῦ ἵππου, ᾧ ὠχεῖτο ὁ ἀρχιεπίσκοπος, καὶ προήγαγεν ἄχρι οὗ εἰώθει ἀποβαίνειν, ἔπειτα προσαγορεύσας, εὐλογεῖτο παρ' ἐκείνου. βασιλέα δὲ οὐκ εἴασε τῶν οἰκημάτων προελθεῖν, ἀλλὰ κατὰ τὸ Ῥωμαίων βασιλέων ἔθος ὑπήντα τε ἔνδον τοῦ οἰκήματος καὶ προσαγορεύσας εὐλογεῖτο καὶ αὐτός. μελλόντων δὲ ἤδη εἰς τὴν ὑστεραίαν ὀμνύειν τοὺς ὅρκους, πέμψας ὁ Χρέλης πρὸς Κράλην, πίστεις ᾔτει, ὡς αὐτός τε δουλεύσων αὖθις καὶ Μελενίκον παραδώσων. Χρέλης γὰρ μάλιστα μὲν ἠβούλετο βασιλέα τὸν Καντακουζηνὸν τὴν Ῥωμαίων ἔχειν ἀρ 2.275 χὴν καὶ ὑπ' ἐκείνου ἄγεσθαι· διακινδυνεύειν δὲ οὐκ ἤθελεν ὑπὲρ ἐκείνου. ἐπεὶ δὲ συμβαίη τὰ κατὰ Γυναικόκαστρον περὶ βασιλέα καὶ ἀφίκοιτο εἰς Τριβαλοὺς, νομίσας ὑπὸ Κράλη βιαζόμενον ἑτέρων τέ τινων Ῥωμαίοις προσηκόντων ἀνάγκῃ παραχωρήσειν καὶ ἐκεῖνον παραδώσειν, ᾔδει γὰρ οὐ περὶ ἐλάττονος τιθέμενον Κράλην τὴν αὐτοῦ ἀποστασίαν, καὶ δείσας, μὴ καὶ αὐτὸς ἐκ τῆς εἰς βασιλέα παραπόληται φιλίας, ἐσκέψατο, εἰ δύναιτο Μελενίκον κατασχεῖν, ἵν' αὐτῷ πρὸς Κράλην ἀρκοῦσα παραίτησις εἴη τῆς ἀποστασίας παραδόντι. συνιδὼν δὲ, ὡς ὅπλοις μὲν οὐκ ἂν εἴη ἁλωτὸς διὰ τὴν ἄγαν φυσικήν τε καὶ κατεσκευασμένην ὀχυρότητα, σίτου δὲ ἐνδείᾳ μᾶλλον, πρῶτα μὲν ἐκώλυσε σῖτον εἰσκομίζειν, ἔπειτα δὲ ἐπέκειτο καὶ φανερῶς πολεμῶν. Ἀσάνης δὲ καὶ ἡ περὶ αὐτὸν φρουρὰ ὁρῶντες, ὡς οὐκ ἀντισχήσουσι πρὸς τὴν πολιορκίαν διὰ σίτου ἀπορίαν, βασιλεῖ γὰρ διὰ τὰ συμβεβηκότα βοηθεῖν οὐκ ἐνῆν, συμβὰν δέ τι καὶ ἕτερον περὶ αὐτοὺς, παρέδοσαν τὴν πόλιν Χρέλῃ. ὁ δὲ πρὸς Κράλην πέμψας, διελέγετο περὶ συμβάσεων καὶ προσεχώρει φανερῶς. Κράλης μὲν οὖν ὑπερήσθη τοῖς γεγενημένοις καὶ ὅρκους παρείχετο αὐτίκα Χρέλῃ καὶ ὑπεποιεῖτο. βασιλέα δὲ ἐλύπησεν οὐκ ὀλίγα τὸ συμβάν. εἰς τὴν ὑστεραίαν γὰρ ἐπεὶ ἧκον ὀμόσοντες τοὺς ὅρκους κατὰ τὰς συνθήκας, Κράλης μὲν ἠξίου Μελενίκον τε καὶ Χρέλην τοῖς ὅρκοις μετεγγραφῆναι ὡς προσή 2.276 κοντας αὐτῷ· πρὶν γὰρ τοὺς ὅρκους γενέσθαι προσεχώρησαν. βασιλεὺς δὲ ἀντέλεγεν, ἀδικεῖν φάσκων Κράλην καὶ παρασπονδεῖν. ἐξ ὅτου γὰρ ἐγένοντο αἱ συμβάσεις, δεῖν ἑκατέρους στέργειν οἷς συνέθεντο. εἰ δ' ἄρα καὶ μέτριά τινα ἐθέλοι ἀδικεῖν, Χρέλην μὲν ἔχειν, ὁμόφυλόν τε ὄντα καὶ ὀλίγῳ πρότερον αὐτομολήσαντα Ῥωμαίοις, Μελενίκον δὲ ἐᾷν, ἐξ ἐτῶν ἤδη παλαιῶν ὑπήκοον ὄντα τοῖς Ῥωμαίων βασιλεῦσι. Κράλης δὲ οὐχ ἑτέρῳ ἔφασκεν, ἀλλ' αὐτῷ χρήσεσθαι διαιτητῇ περὶ ὧν ἀμφισβητοῦσι. τοὺς μὲν γὰρ ὅρκους τοὺς περὶ τῶν σπονδῶν τῇ προτεραίᾳ γεγράφθαι, οἷς ἐγγέγραπται, τὰς μὲν ἡρπασμένας αὐτῷ ἐκ τῆς Ῥωμαίων ἡγεμονίας πόλεις ἔχειν καὶ μηδεμίαν ἀπαιτεῖσθαι παρ' αὐτοῦ, τὰς δ' ἔτι τελούσας ὑπὸ Ῥωμαίοις βασιλέα ἔχειν· ὥστ' οὐκ ἂν ἀδικοίη, πολλαῖς πρότερον