290
πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ ουτε τοῦτ' ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ῳ σῖτος πολὺς τῶν ̔Ρωμαίων εκειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ελαβε καὶ τὰ αλλα σχεῖν τὰ μὲν οπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ υστερον ὑπὸ φιλοτιμίας, καὶ οτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, εἰς παράταξιν ωρμησεν. καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ ̓Αννίβου ἐπεξελθόντος μετὰ τῶν 2.242 πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ' αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ ̓Αννίβας οὐκ εχαιρεν, οτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν. ̓Ανοχὴν ουν ασπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν ̔Ρωμαίοις αφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ' ̓Αννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν ̔Ρωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ' ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες ουν ἐκ τούτου τινὲς τῶν ̔Ρωμαίων καὶ καθ' ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε εφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ' αἰχμαλώτων τοὺς μὲν ̔Ρωμαίους ἀπέκτεινε, τοὺς δ' αλλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ' απασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι' αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς ̔Ρωμαίους τοὺς παρ' αὐτοῖς οντας οἱ μὲν φονεύσαντες, οἱ δὲ ἐκδόντες μετέστησαν. ̓Ες δὲ τὴν Τυρσηνίδα τῷ ̓Αννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ ̓Αννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν αλλοτε αλλην ποιούμενος, ῃδει 2.243 γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν πολλὰ ἐπεσκόπει ηκουέ τε πλεῖστα ὡς οὐκ ̓Αννίβας καί τινα ὡς ετερός τις ἐφθέγγετο. ̓Εν μὲν ουν τῇ ̓Ιταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ' ετερος Σκιπίων ὁ Γάιος εἰς τὴν ̓Ιβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ιβηρος πάντα καὶ τῶν ανω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ' ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ ̓Αννίβου ὁμαίμων ̓Ασδρούβας μαθὼν ταῦτα διέβη τὸν Ιβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον ὑπάτους αυθις ειλοντο. ̓Αννίβας δ' αρτι τοῦ εαρος ἐπιστάντος ὡς εγνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ' αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ ̔Ρωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν εσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ' ὑπὸ νύκτα αρας τά τε στενόπορα μεθ' ἡσυχίας διῆλθε καὶ πρὸς ̓Αρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ' υπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ' ἀφεστηκότας κακώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ιν' αὐτοῦ μόνου τὸ εργον τῆς νίκης, ὡς ῳετο, γένηται. καὶ τὸ ̓Αρήτιον προκατέλαβεν· ὁ γὰρ ̓Αννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ετερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. 2.244 ὀψὲ δ' ουν πρὸς τὸ ̓Αρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιούμενος εκειρε τὴν χώραν. κἀν τούτῳ ἐπεκδραμόντων τῶν ̔Ρωμαίων ἐπανήγαγεν, ινα