290
ἀνεμώλια. σημαίνει δὲ τὰ μάταια. Μετάφρενον. τὸ μεταξὺ τῶν δύο ωμων. οτι ἐξόπισθεν τῶν φρενῶν εγκειται. οἱονεὶ μετὰ τὰς φρένας. οθεν καὶ Ομηρος· ημαρ ὑπὸ πραπίδων-. ο ἐστι τῶν φρενῶν. Μετουσιαστικόν. ο ἐστι τὸ μετέχον οὐσίας τινός. οιον φῶς φωτεινὸς, σκότος σκοτεινός. Μέτριον. ταπεινόν. παρὰ τὸ μέσον ὑπάρχον ὑπερβολῆς καὶ ἐλλείψεως. Μέτρον. τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον ειναι, τὰ δ' αλλα ἀπ' αὐτοῦ. ὁ δὲ ̔Ηρωδιανὸς λέγει· παρὰ τὸ ἀρῶ γίνεται μέτρον. Μεῖον. ελαττον. μικρόν. Μειδίαμα. γέλως μικρός. παρὰ τὸ μείων γέγονεν· ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Μειλίγματα. πραϋντικά. παρὰ τὸ μειλίσσω. ὁμοίως καὶ τὰ μείλια, ο ἐστι τὰ ἐξώπροικα. Μείλινον. τὸ ἀπὸ μελίας. γέγονε μελέϊνος καὶ mu.1350 κατὰ συγκοπὴν μέλινος καὶ πλεονασμῷ τοῦ ˉι μείλινος καὶ μείλινον. Μεσότοιχον. τὸ διάφραγμα. καὶ ὁ ̓Απόστολος· τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τὴν εχθραν τὴν πρὸς θεόν τε καὶ ἡμῶν καὶ ̓Ιουδαίων λέγει. ποῖον δὲ μεσότοιχον ελυσε τὴν εχθραν; ἡ σὰρξ τοῦ Χριστοῦ. Μέλι. παρὰ τὸ μέλω, τὸ φροντίζω. ( ̔Ρῆμα.) Μεγαίρει. φθονεῖ. παρὰ τὸ μέγας. οἱ γὰρ μεγάλοι φθονοῦνται, η διὰ πλοῦτον καὶ δόξαν, η δι' ἀρετήν. Μεγαλίζεο. ἐπαίρου. μὴ μεγαλίζεο τῇ διανοίᾳ δι' ὑπερηφανίας. Μεδοίατο. φροντίσαιεν. Μέδω. τὸ βασιλεύω. Μεθείσ. καταλείψας, ἐάσας. καὶ μέθες. †Μεθέμεν. συγχωρῆσαι.† Μεθήσειν. ἐάσαι. Μελδόμενοσ. τηκόμενος, καιόμενος. κυρίως δὲ μέλδειν τὸ εδειν τὸ μέλι, οιον μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν. mu.1351 Μέλπω. ᾳδω, ὑμνῶ. παρὰ τὸ τὰ μέλη ητοι τοὺς ῥυθμοὺς επειν, ηγουν λέγειν. σημαίνει δὲ τὸ μέλπειν καὶ τὸ παίζειν καὶ τέρπεσθαι. καὶ μέλπηθρα, τὰ παίγνια, παρὰ τὸ μέλπω, τὸ παίζω. Μελετᾷ. γυμνάζεται, ἀσκεῖ. καὶ μελετῶ παρὰ τὸ μελέτη, τοῦτο παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, τὸ ἀληθές· ο ἐστιν ἡ ἀληθινὴ γλυκύτης. η παρὰ τὸ μέλω, τὸ φροντίζω. τὰ γὰρ μαθήματα φροντίδος αξια πολλῆς. Μελήσω. σπουδάσω. Μέλλει. ἀναβάλλεται, ὑπερτίθεται. Μεμαὼς καὶ μεμαυῖα. ἀπὸ τοῦ μῶ, μάσω, ἀφ' ου μεμάκασι καὶ ἀποβολῇ μεμάασιν. η ἀπὸ τοῦ μῶ, μήσω, μέμηκα, καὶ κατὰ συστολὴν τοῦ ˉη μέμακα, μεμαὼς, καὶ τὸ θηλυκὸν μεμαυῖα. ουτως πάντες λέγουσι. Μέμβλωκε. παραμένει. παρὰ τὸ μολῶ, μολήσω, μεμόληκα, ὡς νοῶ, νοήσω, νενόηκα, καὶ κατὰ συστολὴν μέμληκα, καὶ πλεονασμῷ τοῦ β μέμβληκα, καὶ τροπῇ τοῦ ˉη εἰς ˉω μέμβλωκα, ὡς παρώχηκα, παρώχωκα. Μεμετρέαται. ἀπὸ τοῦ μετρῶ, μετρήσω, μεμέτρηκα, μεμέτρημαι, μεμέτρηται, καὶ ἰακῶς mu.1352 μεμετρέαται. ὡς παρ' ̔Ιππώνακτι· ὁ μὲν ουν βόσπορος καὶ ὁ πόντος, ουτως καὶ ὁ ̔Ελλήσποντος κατὰ πάντά μοι μεμετρέαται. Μεμακυῖαι. μηκώμεναι. μήκη γὰρ ἡ τῶν αἰγῶν φωνή· βληχὴ δὲ ἡ τῶν προβάτων. οθεν καὶ μηκάδες αἰγῶν. Μέμνω. ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν μνῶ καὶ μέμνηκα, ὁ μέλλων μνήσω, ὁ παρακείμενος μέμνηκα. μέμνω δὲ τὸ καρτερῶ. *καὶ μεμένηκα.* Μέμηλα. μέσος παρακείμενος ἀπὸ τοῦ ἐνεργητικοῦ τοῦ μεμέληκα γέγονεν, ἀπὸ τοῦ μέλω ἐνεστῶτος, ο σημαίνει τὸ φροντίζω. Μεμνέῳτο. ἀντὶ τοῦ ἐπισκοποίη καὶ ἐπιμελοῖτο. προπαροξύνεται καὶ γράφεται σὺν τῷ ˉι. Μεμορμένον. πεπρωμένον. Μέμυκεν. οιον· μέμυκε δὲ γαῖα καὶ υλη. εἰ μὲν ουν σημαίνει τὸ ηχον ἀποτελεῖν, ἀπὸ τοῦ μυκῶ περισπωμένως ἐστὶν, εἰ δὲ τὸ πεπιλῆσθαι καὶ συνεσφίχθαι, τὸ κρύος δηλοῖ. οτι ἀπὸ τοῦ μύω ἐστίν. Μεμυκώσ. κρύψας, καμμύσας. mu.1353 Μεμύημαι. δεδίδαγμαι. καὶ μεμυημένος ὁ δεδιδαγμένος καὶ πεπειραμένος. Μέμονασ. προθυμῇ. ἀπὸ τοῦ μένω. ἀλλά γε πῶς μέμονας-. Μενεαίνων. προθυμῶν. ἀπὸ τοῦ μενῶ μεναίνω, καὶ πλεονασμῷ τοῦ ˉε μενεαίνω. Μενοινῶ. τὸ προθυμῶ. καὶ μενοινὴ, ἡ προθυμία. παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενωνὴ καὶ τροπῇ τοῦ ˉω εἰς τὴν ˉοˉι δίφθογγον μενοινή. ὡς παρὰ τὴν ἀγκῶνος γενικὴν ἀγκώνη καὶ ἀγκοίνη, ουτω μενωνὴ καὶ μενοινή. καὶ μενοινῶ ῥῆμα. Μερμαίρω. τὸ φροντίζω καὶ μεριμνῶ. καὶ μερμερίζειν. παρὰ τὸ μείρω, τὸ φροντίζω, γίνεται μέρος, μερίζω, καὶ διπλασιασμῷ μερμερίζω, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη μερμηρίζω. ὁ γὰρ φροντίζων μερίζεται τὴν γνώμην. Μεταλλῆσαι. πολυπραγμονῆσαι. καὶ μεταλλεύει ἀντὶ τοῦ μεταφέρει.