1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

290

ΤΙΤΛ. Ιʹ. -Περὶ ὑποσχέσεων καὶ συντάξεων· καὶ ὡς χρὴ πληρῶσαι αὐτάς.

«Τὸ ἐκπορευόμενον ἀγαθὸν ἐκ τοῦ στόματος ὑμῶν, ποιήσατε.» «Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἐὰν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ, ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει.» «Ἐὰν εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ὁ ἐκζητῶν ἐκζητεῖ Κύριος 96.381 ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φύλαξαι, καὶ ποίησον ὃν τρόπον ηὔξω τῷ Θεῷ σου, ὃ ἐλάλησας τῷ στόματί σου.» «Ἐπικατάρατος ὃς ἦν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ.» «Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.»

ΤΙΤΛ. ΙΑʹ. -Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. «Συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν.» «Ψυχὴ, ἥτις ἂν ποιήσῃ ἐν

χειρὶ ὑπερηφανίας, ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ.» «Φόβος Κυρίου ἐπιπεσεῖται ἐφ' ἡμῖν, καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ· τὸ δὲ σῶμα πήλινον.» «Μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιάναι, ἀλλὰ πεσεῖται νόσῳ πολλῇ. Πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα.» «Πάντα ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον· σκῆψον ἀσεβεῖς παραχρῆμα, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον.» «Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος. Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατάξει ἐπὶ τὴν γῆν;» «Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους· γωνίας αὐτῶν ἐξηρήμωσα.» «Ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ θήσω τὴν οἰκουμένην ὅλην.» «Ἰδοὺ ὁ ∆εσπότης Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους τῆς γῆς μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ.» ∆εινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα· ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἶναι ἐμποδίζε. Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. Λάκκος ἄνυδρος, φιλόδοξος ψυχή. Ὑπερήφανος ψυχὴ, πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. Οὐαὶ τῷ ἀλαζόνι· ὅταν γὰρ εἰσέλθῃ εἰς τὸν τάφον, τίς ὑπάρχει, διδάσκεται. Πῶς ζητεῖς ψυχῆς καθαρότητα, τῇ ὑπερηφανίᾳ συνδεδεμένος; λέγεις γὰρ ὅτι Ἀγαπῶ καθαρὰν ἔχειν καρδίαν, καὶ εὑρίσκω αὐτὴν μεστὴν κονιορτοῦ καὶ καπνοῦ. Πῶς δυνατὸν, πυρὸς ἐμφωλεύοντος τοῖς ἀχύροις καὶ ἀποσμυχομένου, μὴ εὑρεθῆναι, μηδὲ φανῆναι καπνόν; Ἀποδέχομαί σε τὴν εὐποιΐαν λιπαρῶς ἐργαζόμενον, καὶ τὴν πλεονεξίαν κλαδεύοντα· πάλιν δὲ οὐ καταδέχομαι, καθὸ καὶ κενοδοξίαν κοινωνὸν παραλαμβάνεις. Ἄτοπον γὰρ ἄλλου πάθους ἐλεθευριᾷν, καὶ ἄλλῳ πάθει βούλεσθαι πάλιν δουλεύειν. καὶ ἐξυπηρετεῖσθαι. 96.384 Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀνέχεται. Οἴησις, ἀκάθαρτον φύσει.

ΤΙΤΛ. ΙΒʹ. -Περὶ ὑπομονῆς καὶ μακροθυμίας.

«Εἶπε ∆αβίδ· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἶπεν αὐτῷ· εἴ πως εἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψῃ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης.» «Πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν.» «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ἀνὴρ φρόνιμος πολλὰ ὑποφέρει. Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει.» -»Μακρόθυμος κατασβέσει κρίσεις.» «Ἐλεήμων ἀνὴρ, μακρόθυμος.» «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ.» «Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρα θλίψεως.» «Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» «Ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου, εἰς μαρτύριον· διότι τὸ κρῖμα θήσω εἰς συναγωγὰς