290
μὴ πιστεύηται ἐν τῇ εἰκόνι αὐτοῦ προσκυνούμενος. Οὕτως οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἡ ἀλήθεια καὶ οὕτως δεδογμάτισται παρά τε ἀποστόλων καὶ προφητῶν καὶ θεοφόρων πατέρων, κἂν οὐκ αὐταῖς λέξεσιν, ἀλλά γε διὰ τῆς ἀληθοῦς τῶν ὑπ' αὐτῶν λελεγμένων ἀναθεωρήσεως· οἷα γάρ τινα σπέρματα προβέβληνται πᾶσαι αἱ δογματικαὶ δυνάμεις ἐν ταῖς τῶν θείων λογίων νοήσεσιν, ταῖς δὲ κατὰ καιρὸν ἀναφυομέναις αἱρέσεσιν ἀντεπεξάγεται τὰ εὐσεβῶς δογματιζόμενα, ἐκεῖθεν πνευματοκινήτως γεωργούμενα καὶ τὰ τῆς ἀσεβείας ζιζάνια ἐκτίλλοντα. οὕτως καὶ αὐτὸς πιστεύων ἔρρωσο ἐν Κυρίῳ, προσκυνῶν τὸν Χριστόν, προσκυνῶν καὶ τὴν εἰκόνα αὐτοῦ, τὴν Θεοτόκον καὶ τὴν εἰκόνα αὐτῆς, τοὺς ἁγίους καὶ τὰς εἰκόνας αὐτῶν· ἐπειδὴ ἐν ταῖς εἰκόσι τὰ πρωτότυπα προσκεκύνηνται καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος. 464 {1Μαριανῷ σπαθαρίῳ}1 Ἕλκει ἡμᾶς ἡ εὐσέβειά σου πρὸς τὸ γράφειν, ὡς ὄφελος, φησίν, εὑρίσκουσα (καὶ οὐ δοκῶ, ἐπείπερ ἡμῶν σὺν τῷ βίῳ καὶ ὁ λόγος ἄχρηστος), ἀλλ' ὡς ἀγάπῃ φερομένη· ἡ ἀγάπη γάρ, φησὶν ὁ ἀπόστολος, τὸ κακὸν οὐ λογίζεται. πλήν, ὁποτέρως ἂν ἔχοι, εἴκω καὶ πείθομαι τῷ ἡμετέρῳ ἐραστῆ, τῷ ἀγαθῷ ἀνδρί, τῷ πανευφήμῳ ἄρχοντι, τῷ τροφίμῳ τῆς εὐσεβείας, τῷ θρέμματι τῆς ὀρθοδοξίας, τῷ ἀνθρώπῳ τοῦ θεοῦ, τῷ φιλητῇ τῶν μοναστῶν. πολλά σου τὰ ἐγκώμια, κάλλιστα τὰ ἀριστεύματα. ἀλλὰ βλέποις, ὁ δεσπότης μου, πῶς περιπατεῖς (τοῦτο γὰρ βοᾷ ὁ ἀπόστολος), μὴ ὡς ἄσοφος, ἀλλ' ὡς σοφός, μὴ ὡς φιλόσαρκος, ἀλλ' ὡς φιλόθεος, μὴ ὡς ἀθάνατος, ἀλλ' ὡς ἐμμέριμνος ἐξόδου, τὸ κοινὸν χρέος, τὸ ἀνυπέρβατον ὁροθέσιον· οὐκ ἔστι γάρ, φησίν, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. τίνα οὖν ἀμφοτέρων τὰ ἰδιώματα, εἴποις ἄν; ἐγώ σοι διεξίημι, φίλε· τοῦ μὲν πρώτου χορεύματα, γελοιάσματα, παίγνια, αἰσχρολογήματα, οἰνοφλυγίαι, γαστριμαργίαι, μετεωρισμοί, διάκενα φυσήματα, καλλωπίσματα ἀλλεπάλληλα, φιλοπλουτίας ἔρωτες, καὶ τὰ πλείω καὶ βαρύτερα αἰδοῖ τῆς ἐξουσίας σου ἀφίημι· καί γε οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν, ἀπέφηνεν ὁ ἀπόστολος. δεῦρό σοι καὶ τοῦ ἑτέρου ὑποδείξαιμι τὰ κράτη· πτωχεία πνεύματος, κατανύξεως δάκρυα, πραότης, εἰρήνη, ἐλεημοσύνη, νοῦ πρὸς θεὸν θεωρία, ἀφιλαργυρία, μισοκοσμία, αὐτάρκεια, ἐγκράτεια· κατὰ δύναμιν τῆς ἐφ' ἑκάστῳ δυνάμεως ὑπὲρ ὁμόζυγον, ὑπὲρ τέκνα, ὑπὲρ γονεῖς, ὑπὲρ ἀδελφούς, ὑπὲρ ἅπαντας ἁπλῶς ἀγαπᾶν τὸν ποιήσαντα ἡμᾶς Κύριον, τὸν ὑπὲρ ἑνὸς ἑκάστου ἐκδεδωκότα ἑαυτὸν εἰς θάνατον. Ταῦτα καὶ τὰ τούτοις ὅμοια καὶ τοῦ ἀληθινοῦ χριστιανοῦ· μὴ γάρ τοι νομίσῃς, δέσποτα, ἐπὶ μονάζοντος τὰ λεχθέντα, ἀλλ' οὐχὶ καὶ ἐπὶ λαϊκοῦ τὰ πάντα ἐφίσης (κἂν ἐν τῷ μονάζοντι ἐπιτεταμένως), πλὴν ἀγαμίας καὶ ἀκτημοσύνης, ἐν οἷς ὁ κοσμικὸς οὐ κατακέκριται. ὅμως κἀνταῦθα ἐγκρατείας καιροὶ καὶ αὐταρκείας θεσμοί· ἔχοντες γάρ, φησί, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς τὸ ἄφυκτον βάραθρον. καὶ πάλιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἰδού, δέσποτά μου, ἠνάγκασάς με τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγεῖλαί σοι. σπεύσωμεν ἀμφότεροι σωθῆναι· ἀρκετὸς ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῆς σαρκὸς κατεργάσασθαι. νῦν, φησὶν ὁ ἀπόστολος, καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. ἰδοὺ ὁ ἀγαθὸς θεὸς ἐκδέχεται ἕως ἐσχάτης ἀναπνοῆς τὸν καρπὸν ἡμῶν· μὴ εἴποι, ἔκκοψον αὐτόν, ἱνατί καὶ τὴν γῆν καταργεῖ; μὴ κλείσῃ καθ' ἡμῶν καὶ οὐκέτι ἄνοιξις· μὴ λάβοι ἡμᾶς ὁ διάβολος εἰς μέρος αὐτοῦ, συγκολαζομένους αἰώνια· μὴ ἀνάρπαστοι ἄφνω γενοίμεθα. ποσάκις ἐγγυὰς ἐδώκαμεν ὡς, εἰ τῆς ἀσθενείας ἢ τοῦδε τοῦ κινδύνου ἢ τῆσδε τῆς θλίψεως ῥυσθῶμεν, εὖ βιώσομεν, θεῷ γνησίως δουλεύσομεν, καὶ πάλιν ἐπελαθόμεθα τῶν συνθηκῶν; ἕως πότε ἀνέξεται; ἕως τίνος ἐάσει; ἀνάγκη πάντως μικρὸν ὕστερον ἐξελθεῖν τῶν ἐνθένδε. μὴ τοίνυν εὑρεθῶμεν ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων,