291
ἡμέραις ἢ γενέσθαι τὰς τοιαύτας συμβάσεις Χρέλη μετὰ Μελενίκου προσχωρήσαντος, ὡς ἐκ τῶν ἐκείνου γραμμάτων ἐγίνετο καταφανές. βασιλεὺς δὲ πρός τε τὸ πείθειν ὁμοῦ διὰ τὰς τοιαύτας εὑρεσιλογίας καὶ πρὸς τὸ βιάζεσθαι ἔχων ἀδυνάτως, παρεχώρησε καὶ ἄκων, καὶ ἐγένοντο οἱ ὅρκοι ἐπὶ τούτοις. μετὰ δὲ τοὺς ὅρκους ὁ Κράλης τῶν ἐν τέλει τοὺς δυνατωτάτους αὐτοῦ συναγαγὼν τέσσαρας ὄντας πρὸς τοῖς εἴκοσι, τέσσαρας μὲν αὐτὸς κατεῖχε, τοὺς δὲ εἴκοσι παρεδίδου βασιλεῖ ἅμα ταῖς ὑπ' ἐκείνους στρατιαῖς, ὡς πάντα προθύμως, ἅπερ ἂν κελεύῃ βασιλεὺς, ποιήσοντας. ἐκεῖνος μὲν οὖν ἅμα Τριβαλοῖς παρεσκευάζοντο ὡς ἀφιξόμε 2.277 νοι εἰς ∆ιδυμότειχον. ἡ δὲ ἐν Θεσσαλονίκῃ στρατιὰ ἐπεὶ ἀπῆραν ἡγουμένου Συργῆ, πρὸς Ῥεντίναν ἐστρατοπεδεύσαντο. ὁ δὲ ἐν τῷ φρουρίῳ δῆμος, ἐπεὶ ἐπύθετο Καντακουζηνὸν τὸν βασιλέα πρὸς τὴν γῆν τῶν Τριβαλῶν ἀφιγμένον κατὰ συμφορὰν, παρῆν δὲ καὶ Συργὴς μετὰ τῆς στρατιᾶς, ἐπιτίθενται τοῖς διακοσίοις, οὓς κατέλιπεν ὁ βασιλεὺς φρουρεῖν ἅμα ἡγεμόνι, καὶ κρατήσαντες, αὐτούς τε παρέδοσαν καὶ τὸ φρούριον Συργῇ. ὁ δὲ τῇ συνήθει χρησάμενος ὠμότητι, ἵππους τε καὶ ὅπλα ἀφελόμενος καὶ τῶν ἄλλων, ὧν εἶχον, ἀπογυμνώσας, ἔπειτα πληγὰς ἑκάστῳ διακοσίας ἐπετίθει πάντων ὁρώντων, μηδένα παραλιπὼν, τὸ ἀπ' ἐκείνου δὲ κατακλείσας ἐν δεσμωτηρίοις, καὶ τῶν πολιτῶν τοὺς δυνατοὺς, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένους, πάντων ἀποστερήσας τῶν ὄντων καὶ τιμωρησάμενος οὐ μετρίως, ἐνίων δὲ καὶ καταψηφισάμενος φυγὴν, ἦλθεν εἰς Φεράς. μʹ. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἅμα ταῖς ναυσὶν εἰς Πολύστυλον ἐλθὼν, ἐπεὶ προσεχώρει ἑκουσίως, τοὺς μὲν τῶν πολιτῶν ὅσους μάλιστα ὑπώπτευεν, ἐν ταῖς ναυσὶν εἶχεν, ὡς εἰς Βυζάντιον κομίσων· τοὺς δὲ τὰ ἐκείνου ᾑρημένους εὖ ποιήσας ἀπέλιπεν ἐκεῖ, ἄρχοντα ἐπιστήσας Γουδέλην τὸν βασιλίδος οἰνοχόον. πρὸς δὲ τοὺς ἐν ∆ιδυμοτείχῳ πέμψας, «τὰ μὲν περὶ Καντακουζηνὸν εἰργασμένα» ἔγραφεν «ἐν Θεσσαλονίκῃ παρ' ἐμοῦ οὐδ' ὑμᾶς οἴομαι ἀγνοεῖν· οὕτω πᾶσι γνωριμώτατα διὰ μέγεθος γεγενημένα. τοίνυν ἐπεὶ πᾶσα ἡ περὶ ἐκεῖνον ἐλπὶς περιῄρηται ὑμῶν, δέον πᾶσαν πρόφασιν καταλι 2.278 πόντας εἰς Αἶνον ἥκειν ὑπαντήσοντας, ἄγοντας καὶ τὸν ἀδελφὸν ἦν γὰρ ἐν δεσμωτηρίῳ φρουρούμενος ἐκεῖ· εἰ μὲν οὖν καὶ Ἀσάνης βούλοιτο συνελθεῖν ὑμῖν, ἄριστ' ἂν ἑαυτῷ βουλεύσαιτο. εἰ δ' αὐτόθι μένειν ἐθελήσει, ἀλλ' ὑμᾶς γε πάντως μετὰ τοῦ ἀδελφοῦ εἰς Αἶνον ἥκειν. Ἀσάνην δὲ καὶ τὴν ἀδελφὴν καὶ παιδία τὰ ἐκείνης, ὅταν ἐν ∆ιδυμοτείχῳ γένωμαι, προνοίας ἀξιώσειν, ἥτις καὶ αὐτοῖς ἂν δόξειεν ἀρκοῦσα ὡς ἐν τοῖς παροῦσιν. ὁ μὲν οὖν μέγας δοὺξ τοιαῦτα ἔγραφε κόμπου καὶ φρονήματος πεπληρωμένα. οἱ ἐν ∆ιδυμοτείχῳ δὲ, ἐπεὶ πρότερον οὐδὲν ἦσαν περὶ βασιλέως πεπυσμένοι, ἐθορυβήθησαν μὲν, ὥσπερ εἰκὸς, τὸ πρῶτον· ἔπειτα ἀναθαρσήσαντες καί τι περὶ βασιλέα οἰηθέντες ἃ περὶ στρατεύματα εἴωθε συμβεβηκέναι, ὃ ταχέως ἂν διορθωθείη, πρὸς μέγαν δοῦκα τὸν Ἀπόκαυκον καὶ αὐτοὶ ἀντέγραψαν τοιαῦτα. «τὰ παρὰ σοῦ γεγραμμένα ἀναγνόντες εἰς τοσοῦτον ἀπονοίας καὶ μωρίας ἥκοντα καὶ θρασύτητος, πρῶτα μὲν ἐθαυμάσαμεν, ὅθεν εἰς τοσοῦτον ἥκεις μελαγχολίας, ἔπειτα συνιδόντες, ὡς τὰ ἴσα τετολμηκότι τῷ σῷ πατρὶ τῷ διαβόλῳ καὶ κατὰ βασιλέως τοῦ πολλὰ εὐεργετήσαντος ἄδικον χεῖρα κεκινηκότι καὶ πολεμήσαντι φανερῶς, οὐδὲ κατὰ τὴν ἀλαζονείαν καὶ τὸν κόμπον τῶν ῥημάτων τοῦ πατρὸς ἔδει ἀπολείπεσθαι, εἰκότα ἐνομίσαμεν ποιεῖν καὶ προσήκοντα φθέγγεσθαι σαυτῷ. τὴν μὲν οὖν ἐξαρχῆς ἀφάνειαν τὴν σὴν καὶ τὴν φαυλότητα καὶ τῶν τρόπων καὶ τοῦ γένους, οὐδ' αὐτοὶ ἀγνοοῦμεν, ὥσπερ 2.279 οὐδὲ τῶν λοιπῶν Ῥωμαίων οὐδὲ εἷς. Μακρηνῷ γὰρ πρῶτον χρήματά τινας εἰσπράττοντι γεωργοὺς, ὀλίγου ἕνεκα ἐδούλευσας μισθοῦ, καὶ μετ' ἐκεῖνον ἄρχοντι τῷ Νικολάῳ, τῶν αὐτῶν κἀκείνῳ ἐχομένῳ ἐπιτηδευμάτων, καὶ τρίτῳ μετ' ἐκείνους τῷ Στρατηγῷ ὠνομασμένῳ, περὶ τοὺς ἄλας καὶ τὴν ἐκείνων διάθεσιν ἠσχολημένῳ τότε, ὃν καὶ τοῖς ἰδίοις χρήμασιν ἐξώσας τῆς ἀρχῆς, διαβολαῖς καὶ συκοφαντίαις καὶ ψεύδεσι