291
φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπιτήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν εμεινε. καὶ τοῦ μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ορη λοχᾶν εταξε, τὸ δ' ἱππικὸν σύμπαν εξω τῶν στενῶν ἀφανῶς ἐφεδρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ' ὀλίγων ἐστρατοπεδεύσατο. ὁ δὲ Φλαμίνιος ἐν φρονήματι ων, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομφέναι νομίσας, ῥᾳδίως μεμονωμένον αἱρήσειν ηλπισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀνταῦθα, ὀψὲ γὰρ ην, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι τοὺς μὲν εὐναζομένους ετι, τοὺς δὲ τὰ οπλα λαμβάνοντας εκτεινον, αὐτοὶ μή τι δεινὸν ἀντιπάσχοντες. οἱ γὰρ ̔Ρωμαῖοι, μηδενὸς αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης ουσης, οὐκ ειχον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ' ἐγένετο θόρυβος καὶ τοιαύτη ταραχώδης εκπληξις κατέσχεν αὐτοὺς ὡς μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς ἀρχαίας ἐξόδου ἀποκλεισθέντες αλλην ἐτράποντο. τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρσηνίδα κατέσχον, οὐ μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο. 2.245 αὐτός τε ουν ὁ Φλαμίνιος καὶ αλλοι παμπληθεῖς επεσον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ' ἡμέρα ἐγένετο, εἰς φυγὴν ωρμησαν, καὶ καταληφθέντες τά τε οπλα καὶ ἑαυτοὺς ἐπ' ἀδείᾳ παρέδοσαν. ο γε μὴν ̓Αννίβας βραχὺ τῶν ὀμωμοσμένων ἐφρόντισε, πάντων δὲ τῶν ἐν τῷ στρατοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν ̔Ρωμαίων ἀφῆκεν, αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν ̔Ρώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρνίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσαγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεντήνιον στρατηγὸν ἐνεδρεύοντα περισχὼν εφθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν ἀπεκρούσθη, καὶ τὴν τοῦ Ναείρου γέφυραν καθῃρημένην ειδε, καὶ περὶ τοὺς αλλους ποταμοὺς ους ἀναγκαῖον ην διελθεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγίστην ουσαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, καὶ ταλλα δι' ὀλίγου προσκτήσασθαι. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ πυθόμενοι περὶ τῆς ηττης ηλγησαν, καὶ δι' ἐκείνους καὶ δι' ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ησαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχειρίσασθαι βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ εστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν ̓Αννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι εγνωσαν. τῷ δ' ̓Αννίβᾳ τὸν δικτάτωρα τὸν Φάβιον καὶ τὸν ιππαρχον τὸν Μάρκον 2.246 τὸν Μινούκιον ἀντικατέστησαν. οι ἐπ' ἐκεῖνον ἐλθόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ῃεσαν, παρεπόμενοι δὲ ἐπετήρουν ει που καιρὸς μάχης παραπέσοι· ἀποκινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις καὶ ἡττημένοις πρὸς πλείους καὶ νενικηκότας οὐκ ηθελε, καὶ αμα οσῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς ηλπισε. τοιούτοις χρώμενος λογισμοῖς ουτ' αλλῃ χώρᾳ ἐπήμυνεν ουτε τῇ Καμπανίᾳ. κατέκλεισεν ουν διὰ ταῦτα πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιήσατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τῶν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς ην εκειρον ὑπάρχοντα ῃδει. καὶ διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλήσεως οὐκ ἐφρόντιζε. διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν ειχεν, ὡς καὶ μελλητὴς ἐπονομασθῆναι. ̔Ο δ' ̓Αννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ ουτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο,