291
Μεταμαθεῖν. ο ἐστι μεταγνῶναι. Μεταμφίσκεσθαι. τὴν ἐσθῆτα μετενδύεσθαι. Μεταχρωννύντεσ. ἀντὶ τοῦ μετασχηματίζοντες. Μεταλλάξαντεσ. ἀντὶ τοῦ μεταχωρήσαντες. Μεταποιοῦμαι. φροντίζω. Μεταπεσεῖν. τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν. η τὸ ἐναντίον. mu.1354 Μεταβαλών. μεταστρέψας· μεταποιήσας. Μεταναστεύου. ἀναχώρει. Μετασχηματίζει. ἀντὶ τοῦ μεταλλάττει. Μετατρέπεσθαι. ἀλλοιοῦσθαι. Μετενίσσετο. ἀντὶ τοῦ μετῆλθε. Μετεκίαθε. μετ' αὐτοὺς ηλθεν. αιψα δ' ὁ κρήνην μετεκίαθε- κίω, κιάθω, ὡς διώκω, διωκάθω. Μετεστείλατο. μετεπέμψατο. μετεκαλέσατο. Μετεωροπολεῖ. οὐράνια περισκοπεῖ. Μετέσχεν. ἐκοινώνησε. Μετοχετεύσασ. μεταγαγών. Μετοκλάζει. γονατίζει η μεταχωρεῖ. παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. Μετεδίωξαν. διῆλθον. αἱ δὲ νῆες πολλοὺς μετεδίωξαν τόπους. Μετριοπαθεῖν. συγγινώσκειν. η ἐκ μέρους τὰ πάθη καταδέχεσθαι. Μεθορμίζεται. μετάγεται. Μειδιῶ. τὸ γελῶ μικρόν τι. παρὰ τὸ μείων γέγονεν. ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Μειλίσσεται. τὸ καταπραΰνεται. Μειονεκτεῖ. τὸ ηττον φέρει. η τὸ ὀλίγον λαμβάνει. η τὸ μεῖον εχει. παρὰ γὰρ τὸ μεῖον γέγονε. mu.1355 Μείρεται. μερίζεται. ἀπὸ τοῦ μέρος γίνεται μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρομαι, καὶ μείρεται. τὸ δὲ μείρεται ἀντὶ τοῦ ἐπιθυμεῖται. ἀπὸ τοῦ ιμερος γίνεται ἱμέρω καὶ ἐκεῖθεν ἱμείρομαι, ἱμείρεται, καὶ κατὰ ἀφαίρεσιν μείρεται. Μεταδῷ. οπέρ τις ελαβεν ἀπ' αλλου. ὡς καὶ ὁ ̓Απόστολος· ἱνατὶ μεταδῷ χάρισμα ὑμῖν πνευματικόν. τοῦτο δὲ λέγει, οὐκ ἐμὸν τὶ δώσω, ἀλλ' οπερ καὶ ἐγὼ ελαβον. Μετασχηματίσει. μεταβαλεῖ. ̓Απόστολος· ος μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν. ( ̓Επίῤῥημα.) Μεγαροῖ. εἰς τὰ Μέγαρα. Μεγαλωστί. ἀντὶ τοῦ μεγάλως. Μεμελημένωσ. πεπονημένως. Μενοῦνγε. ἀντὶ τοῦ ἀληθῶς. η τὸ ἀληθὲς λέγω ὑμῖν. Μέντοιγε. πλὴν διὰ τοῦτο, η ὁμοίως, η ενεκεν τούτου. Μεσηγύσ. ἀντὶ τοῦ μεταξύ. η ἀντὶ τοῦ μέσον. Μεταξύ. ἐν τῷ μέσῳ. Τὸ Μ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Μηδαμινόσ. ἀπὸ τοῦ μηδαμῶς ἐπιῤῥήματος, τοῦ οντος ἀπὸ τοῦ μηδαμὸς ὀνόματος, συγκείμενον ἀπὸ τῆς μὴ ἀπαγορεύσεως καὶ τοῦ δαμὸς τοῦ ἰσοδυναμοῦντος τῷ τις. mu.1356 Μῆδος καὶ Μῆδοι. ἐθνικά. Μηδισμόσ. ὁ τὰ τῶν Μήδων φρονῶν. Μηθυμναῖος καὶ Μηθωναῖοσ. τοπικά. †Μηκιστεύσ. ὁ ̔Ηρακλῆς.† †Μηλασπαῖοι. ἐθνικόν.† Μηλοβοτήρ. ὁ τῶν προβάτων ποιμὴν, μῆλα γὰρ τὰ πρόβατα. Μηλιαυθμόσ. ἡ μάνδρα τῶν προβάτων. παρὰ τὸ μῆλα καὶ τὸ ἰαύω, ο σημαίνει τὸ κοιμῶμαι, γίνεται ἰαυθμὸς, ἡ κοίμησις, καὶ ἐν συνθέσει μηλιαυθμός. ὡς κλαίω, κλαυθμός. †Μήλων. ὁ ̔Ηρακλῆς.† Μήν. χρόνος ἀπὸ συνόδου ἡλίου καὶ σελήνης ἐπὶ τὴν ἑξῆς σύνοδον. ὡς παρὰ τὸ κέφαλος κεφαλὴν, ουτω καὶ παρὰ τὸ μείω μειὴν καὶ κατὰ συγκοπὴν μήν. ἀφ' ου καὶ μήνη, ἡ σελήνη. Μῆνιγξ. ὁ τοῦ ἐγκεφάλου ὑμήν. διὰ τὸ μένειν ἐν αὐτῷ η ἐν αὐτῇ τὸν ἐγκέφαλον. λέγεται γὰρ καὶ θηλυκῶς. Μηναγύρτησ. ὁ καθ' ἡμέραν ὀχλαγωγίας ἀγείρων καὶ συναθροίζων, καὶ ψεύδη συῤῥάπτων. †Μηνίσκοσ. κόσμος χρυσοῦς περιτραχήλιος· τὸ καλούμενον μανιάκιον.† Μηρόσ. παρὰ τὸ μείρω, τὸ μερίζω, μερὸς καὶ μηρός. Μήστωρ. ὁ ἐπιστήμων. παρὰ τὸ μήδω, μήσω. ὁ δυνάμενος μήσασθαι. μήδω δὲ λέγει τὸ βουλεύομαι. Μητροπάτωρ. ὁ πάππος. mu.1357 Μήτρωσ. ὁ τῆς μητρὸς ἀδελφός. ος μήτρως ην ̔Ιπποδάμοιο. Μηχανοῤῥάφοσ. ὁ κακὰ συῤῥάπτων καὶ τεχναζόμενος. Μηλάτησ. ὁ ποιμήν. Μητιέτα. βουλευτικώτατος. ̔Ησίοδος· -ἐξείλετο μητιέτα Ζεύς. (Θηλυκόν.) Μηλωτή. τὸ τῶν προβάτων δέρμα. Μηλοσφαγίαι. θυσίαι προβάτων. Μηλάνθη καὶ μηλολόνθη. ειδη βοτανῶν. Μήλη. ἰατρικὸν ἐργαλεῖον. δι' ης ψηλαφᾶται τὰ πονούμενα. μηλοῦν γὰρ τὸ ψηλαφᾷν λέγουσι. καὶ μήλωθρα τὰ πορφυρᾶ βάμματα. ουτω Σέλευκος. ὁ δὲ Ωρος ὁ Μιλήσιος παρὰ τὸ μήδω, ἡ πολλῶν κατὰ ἰατρικὴν ἐργάτις. Μηλυρίσ. ἡ ακρα. Μηχανοῤῥαφία. ἐπίνοια, η κατασκευὴ κακῶν. Μήκων. ειδος βοτάνης. παρὰ τὸ μῆκος μήκων. λέγει δὲ τὴν κωδέαν. †Μηλία. κόπρος.† †Μῃονία. ἡ Λυδία.† †Μηλίσ. χρῶμα.† Μήδεια. γυνή. Μηδία δὲ χώρα, ι. Μῆλοσ. νῆσος. Μῆνισ. ἡ ὀργὴ η χολὴ