1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

291

ἐθνῶν.» «Στέφανος ἔσται τοῖς ὑπομένουσιν, καὶ τοῖς χρησίμοις αὐτῆς.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Οἱ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσιν.» «Τέκνα, μακροθυμήσατε εἰς τὴν ἐπελθοῦσαν ὑμῖν ὀργήν. Κατεδίωξε γάρ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλου αὐτοῦ ἐπιβήσῃ.» «Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν.» «Ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη. Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.» «Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοιμάσθητι τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου.» «Ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.» «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» «Ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Καὶ ταῦτα εἰπὼν, ἐκοιμήθη.» 96.385 «Ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας.» «Ὑπομονῆς ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» «Πιστὸς ὁ λόγος. Εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Οὐδὲν οὕτως αἰδεσίμους ποιεῖ, ὡς τὸ ὑβριζομένους φέρειν. Μηδέποτε φοβηθῇς πειρασμόν. Ἐὰν γὰρ ψυχὴν παρεσκευασμένην ἔχῃς, οὐ βλάπτει σε θλίψις. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως καὶ τὸν γενναῖον οὐ διαφθείρει θλίψις. Τί ποιεῖ ἡ κάμινος; τὸ χρυσίον καθαρὸν ποιεῖ. Τί ἐργάζεται θλίψις τῷ φέροντι; τὴν ὑπομονὴν καὶ ὑψηλοτέραν κατασκευάζει. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν ∆εσπότην. Ἀντὶ τῶν ἐπανισταμένων τῷ σώματι ἡμῶν μωλώπων, φωτεινὸν ἔνδυμα ἡμῖν ἐπανθήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτηρίων παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ ἀγγέλων διαγωγή. Τὴν ὑπομονὴν ἄσκει, δι' ἧς ἔγνωμεν γυμνασθέντας τοὺς μάρτυρας.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων.

«Ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων.» «Ὀλιγόψυχον ἄνδρα τίς ὑποίσει;» «Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομόνην. Καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;» Ἐὰν ὀργισθῇς κατὰ τοῦ λοιδορήσαντος, ἐβεβαίωσας τὰ ὀνείδη. Τί γὰρ ὀργῆς ἀφρονέστερον; Ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. ∆εῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ὑποδειγμάτων; πῶς ὁ μακάριος ∆αβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεῖ. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν; ὅτι Κύριος εἶπεν, φησὶ, τῷ Σεμεεῖ καταρᾶσθαι τὸν ∆αβίδ. ∆ιόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ' ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ὑπαντώσης. ∆ύο δὲ ταῦτα περίελε ἀπὸ σοῦ, μήτε 96.388 σαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ περὶ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. ∆ιὰ λόγων καὶ ὑποδειγμάτων ὁ Κύριος τὴν τῆς ὑπομονῆς ἐπαίδευσεν ἡμᾶς ὁδόν· πὴ μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος· πὴ δὲ πράως καὶ ἀκινήτως ἀνεχόμενος τοῦ