291
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΘʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ὁ Θεοδοτίων ᾆσμα τῶν ἀναβάσεων· ὁ δὲ
Σύμμαχος καὶ ὁ Ἀκύλας, εἰς 80.1876 τὰς ἀναβάσεις. ∆ηλοῦσι μέντοι αἱ ἀναβάσεις, ἢ οἱ ἀναβαθμοὶ, τοῦ αἰχμαλωτευθέντος λαοῦ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Προειδυῖα γὰρ ἡ χάρις τοῦ Πνεύματος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐσομένην ἐλευθερίαν, καὶ ταῦτα κἀκεῖνα προείρηκε· κἀκεί νων ὠφέλειαν μηχανωμένη, καὶ ἡμῖν τὸ ἐντεῦθεν προσφέρουσα κέρδος. Οὐ τὰ αὐτὰ δὲ ἕκαστος τῶν ἀναβαθμῶν προθεσπίζει, ἀλλὰ ὁ μὲν τὰς ἐν Βαβυλῶνι συμφορὰς, ὁ δὲ τῆς ἐπανόδου τὰ εὐαγγέλια· ὁ δὲ τὴν κατὰ τὴν ὁδὸν εὐφροσύνην· ἄλλος τοὺς μετὰ τὴν ἐπάνοδον γεγενημένους πολέμους· ἕτερος τοῦ ναοῦ τὴν οἰκοδομήν. Καὶ τὸ ποικίλον τῆς προφητείας ἐξελαύ νει τῆς μελῳδίας τὸν κόρον. Ἕκαστος δὲ τούτων ἐσχημάτισται τῶν ψαλμῶν εἰς τὸν τῶν τηνικαῦτα γε γενημένων ἁγίων χορόν. Ἐκείνους γὰρ ὁ προφητικὸς εἰσάγει λόγος τὰ προκείμενα λέγοντας. Ὁ μέντοι πρῶ τος τῶν ἀναβαθμῶν, καὶ τὰς συμφορὰς ἐξηγεῖται, καὶ τὴν θείαν εὐμένειαν. "Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου." Καὶ τὸ μέγεθος τῆς ἀνίας ἐδίδαξε τὸ προοίμιον, καὶ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν. Ἀνιώμενος γὰρ, φησὶν, ἐδεήθην τοῦ ∆εσπότου, καὶ τῆς εὐμενείας ἀπήλαυσα· εἶτα λέγει καὶ τίσιν ἐχρήσατο λόγοις δεόμενος. βʹ. "Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας." Ἱκετεύω, φησὶ, τῶν ἀδίκως ἐπιβουλευόντων καὶ δολεραῖς κεχρημέ νων ἀπάταις ἀπαλλαγῆναι. Τοιοῦτοι ἦσαν περὶ τῆς εὐχῆς πάγας τῷ ∆ανιὴλ τεθεικότες, οἱ πικροὶ τῶν κατὰ τὸν Ἀνανίαν κατήγοροι. γʹ, δʹ. "Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς." Ἡ χάρις τοῦ Πνεύ ματος ἐνταῦθα τοὺς ἀθυμοῦντας ψυχαγωγεῖ, καὶ τὴν δικαίαν ψῆφον ὑποδείκνυσιν ἐκφερομένην κατὰ τῶν κεχρημένων τῷ δόλῳ. ∆υνατὸν μὲν γὰρ καλεῖ τὸν τῶν ὅλων Θεόν· βέλη δὲ δυνατοῦ, τῶν τιμωριῶν τὴν ὀξύτη τα· ἐκ μεταφορᾶς τῶν ἐφιεμένων βελῶν, καὶ ῥᾳδίως τὸν ἀέρα τεμνόντων. Ἄνθρακας δὲ ἐρημικοὺς, τὸ τῆς τιμωρίας σφοδρόν τε, καὶ δαπανητικὸν, καὶ ἐρημο ποιόν. Τοιαύτη γὰρ τοῦ πυρὸς ἡ φύσις· ἀντὶ τοῦ, Μὴ ἀθύμει ὑπὸ τῆς ἀδίκου γλώττης βαλλόμενος· εὐτρεπεῖς γὰρ αἱ παρὰ τοῦ δικαίου κριτοῦ πεμπόμεναι τιμω ρίαι, καὶ βελῶν ὀξύτητα, καὶ ἀνθράκων ἐρημοποιῶν μιμούμεναι τὴν ἐνέργειαν. εʹ. "Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη." Ταῦτα, φησὶν, ἔλεγον προσευχόμενος, καὶ τούτων ἀκούσας ὁ φιλάνθρωπος ᾤκτειρε, παροικίαν δὲ καλεῖ τὴν ἐν τῇ ἀλλοτρίᾳ διαγωγήν. Ὁ δὲ ἑβδομηκοστὸς χρόνος μακρὸς εἰκότως νενόμισται· τοσαύτην γὰρ τὴν τελείαν τῶν ἀνθρώπων ὁ Προφήτης ἔφη ζωήν· "Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς 80.1877 ἑβδομήκοντα ἔτη." - "Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ." Ὁ Κηδὰρ δεύτερος τοῦ Ἰσμαὴλ υἱὸς, οἱ δὲ τούτου ἀπόγονοι οὐ πόῤῥω τῆς Βαβυλῶνος μέχρι τήμερον ἐσκήνωνται. Ἐπειδὴ τοίνυν ἄνωθεν ἐναντίως διετέθησαν πρὸς ἀλλήλους· "Ἔκ βαλε γὰρ, φησὶ, τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ· εἰκότως σφᾶς αὐτοὺς ὀλοφύ ρονται, ὡς τῆς μὲν προτέρας ἐκπεσόντες ἐλευθερίας, ἐγγὺς δὲ τῶν ἡμιδούλων διάγοντες, καὶ δουλεύειν ἠναγκασμένοι. ʹ. "Πολλὰ παρῴκησεν ἡ ψυχή μου." Μακρὸς, φησὶ, τῆς παροικίας ὁ χρόνος. "Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπο λέμουν με δωρεάν." Ἐνταῦθα μὲν Βαβυλωνίων μοχθηρίαν διδάσκει· οὐδὲν γὰρ, φησὶν, ἔχοντες ἐγκα λεῖν ἐπεβούλευον, καὶ τοῖς εἰρήνην ἀσπαζομένοις ὡς πολεμίοις ἐχρήσαντο.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚʹ ΨΑΛΜΟΥ.