292
μυρίοις καὶ ἐπιορκίαις ταῖς φίλαις χρησάμενος πρὸς βασιλέα τὸν πρεσβύτερον Ἀνδρόνικον, αὐτὸς ἄρχων ἀπεδείχθης τῶν ἁλῶν. καὶ μέχρι τούτου σοι τὰ τῆς εὐημερίας ἔστη. κινδυνεύοντι δὲ ἤδη ἀπολέσθαι διὰ τῶν τρόπων τὴν σκαιότητα καὶ μοχθηρίαν καὶ τὸ χρήματα μυρία τῷ δημοσίῳ ὄφλειν, ὁ ἡμέτερος βασιλεὺς ὁ Καντακουζηνὸς Συργιάννη δεηθέντος παραλαβὼν, ἐξ ἀτίμου καὶ καταφρονουμένου περίβλεπτον πεποίηκεν οὐκ ἐν μακρῷ· δι' ἃ καὶ τῶν εὐγενεστέρων οὐκ ὀλίγοι ἤχθοντο δικαίως καὶ ἐδυσχέραινον, ὅτι τὸν μηδενὸς ἄξιον μεγάλων τινῶν ἠξίωσε καὶ θαυμασίων. ὧν τὴν ὑπερβολὴν οὐδὲ αὐτὸς φέρειν δυνηθεὶς, κατὰ τοῦ μετὰ θεὸν πλάσαντος καὶ ἐκ κοπρίας ἀναγαγόντος, ὥσπερ ὁ Σατὰν κατὰ θεοῦ πόλεμον κεκίνηκας, τὸ ὑπήκοον ἐκπολεμώσας, προφάσει μὲν, ὥσπερ ἐκεῖνος, τοῦ πρόνοιάν τινα αὐτῶν ποιεῖσθαι, τῇ δ' ἀληθείᾳ φθονῶν αὐτοῖς τῆς σωτηρίας. καὶ νῦν ἔξεστιν ὁρᾷν, ὡς αἱμάτων μὲν ἀνθρωπίνων ἐνέπλησας τὰς πόλεις πάσας Ῥωμαίων· δεσμωτήρια δὲ, καίτοι πρὸς τοῖς οὖσι πολ 2.280 λαπλασίω κατεσκευασμένα ὑπὸ σοῦ, ὅμως ὑπὸ πλήθους τῶν δεσμωτῶν στενοχωροῦνται. ἁρπαγαὶ δὲ καὶ λεηλασίαι καὶ μυρία ἕτερα δεινὰ ὁσημέραι ἐν ταῖς πόλεσι τολμῶνται, καὶ δάκρυα πανταχοῦ καὶ κωκυτοὶ, καὶ ὁ φειδόμενος οὐδὲ εἷς. ἀλλ' ὥσπερ ὁ Σατανᾶς τοῖς μάλιστα θεῷ προσῳκειωμένοις καὶ βελτίοσι τῶν ἄλλων δεῖν ἔγνωκε πολεμεῖν, τῶν ἄλλων ἀμελῶν, οὕτω δὴ καὶ σὺ τοὺς ἀρίστους τῶν ἑκασταχοῦ πόλεων καὶ δυναμένους τὰ δέοντα συνορᾷν διαφθείρων καὶ κατακόπτων ἀπανθρώπως, τῶν πολλῶν, ὡς οὐδενὸς ἀξίων, οὐδένα λόγον ποιῇ, ὡς ὕστερον ἢ δειλίᾳ καὶ ἀπειρίᾳ τῇ πρὸς τοὺς πολέμους βαρβάροις παραδώσων ἢ αὐτὸς κατὰ σχολὴν διαφθερῶν· καὶ ὅλως κοινὴν πανωλεθρίαν τοῦ Ῥωμαίων γένους διανοῇ, εἰ μὴ θεὸς κωλύσειε, τὴν μισανθρωπίαν βδελυξάμενος. βασιλεὺς δὲ Καντακουζηνὸς ὁ ἡμέτερος καὶ σὸς δεσπότης, κἂν ἔτι πλείω καὶ δεινότερα ἀγνωμονήσῃς, ὥσπερ τῶν δούλων οἱ κακοτροπώτατοι, τὴν ἐκ προγόνων εὔκλειαν ἄχρι νῦν διασώζει καὶ τὴν ἐπιείκειαν καὶ τὴν σεμνότητα τῶν τρόπων, καὶ Ῥωμαίων συμπάντων ἄρχων, καὶ βασιλέως ἔτι περιόντος, οὐδὲν ἧττον καὶ νῦν ἐστι βασιλεύς. εἰ δέ τι περὶ αὐτὸν συμβέβηκε καὶ δυσχερὲς, θαυμαστὸν οὐδέν· πολλὰ γὰρ ὁ παρεληλυθὼς τοιαῦτα χρόνος ἔσχηκε παραδείγματα. ἡμεῖς δὲ ἐκείνῳ τὴν πίστιν ἄδολον φυλάξομεν καὶ καθαρὰν, οὐ μόνον περιόντι, ἀλλὰ καὶ τοῖς παισὶ μετὰ τὴν τελευτὴν, 2.281 καὶ οὔτε ἀγαθῶν ἐπαγγελίαι, οὔτε δεινῶν ἐπαγωγαὶ, οὔθ' ἕτερον τῶν ὄντων τι, τῆς πρὸς ἐκεῖνον πίστεως δυνήσεται ἀποστῆσαι καὶ ἀγάπης. σοῦ δὲ ἐπιστρέψει ὁ πόνος ἐπὶ τὴν κεφαλὴν καὶ ἐπὶ κορυφὴν ἡ ἀδικία σου καταβήσεται. τὴν μὲν οὖν ἀπολογίαν ἔχεις ἤδη παρ' ἡμῶν ἀξίαν τῶν γεγραμμένων. τοὺς κεκομικότας δὲ τὰ γράμματα νῦν μὲν ἀπαθεῖς ἀπεπέμψαμεν κακῶν, τοὺς περὶ τὰ τοιαῦτα κειμένους αἰδούμενοι νόμους, οἳ κακῶς ποιεῖν ἀπαγορεύουσι τοὺς πρὸς ἀπαγγελίας ἥκοντας· ἂν δὲ μετ' αὐτοὺς ἕτεροί τινες ἀφίκωνται, ἴστωσαν μὴ ἄνευ πληγῶν καὶ τιμωρίας τῆς δεούσης ἀπαλλάξοντες.» τοιαῦτα μὲν οἱ ἐν ∆ιδυμοτείχῳ ἀντέγραψαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκί. ὁ δὲ, ἐπεὶ τὰ γράμματα ἀνέγνω, πολλὰ τοῖς γεγραφόσιν ἀπειλήσας, ἀπέπλευσεν εἰς Βυζάντιον καὶ ἐδέξαντο αὐτὸν ὅ,τε πατριάρχης καὶ ἡ συνωμοσία μετὰ πολλῶν τῶν κρότων καὶ ἐπαίνων, ὡς καλῶς ἐστρατηγηκότα καὶ νενικηκότα Καντακουζηνόν. καὶ αὐτὸς ἤδη φρονήματος ὢν ἀνάπλεως διὰ τὴν στρατηγίαν, ἀνυπεύθυνον ἑαυτῷ παρείχετο τῶν πραγμάτων τὴν ἀρχὴν καὶ πάντα ἔπραττε καὶ διῴκει, ᾗ αὐτῷ ἐδόκει, τὴν ὑπόκρισιν καὶ τὸ βουλεύεσθαι ἤδη ὡς ἀνόνητον ἀποῤῥίψας. Εἰρήνη δὲ βασιλὶς ἡ Καντακουζηνὴ ἅμα Μανουὴλ Ἀσάνῃ τῷ ἀδελφῷ, ἐπεὶ οἱ παρὰ Ἀποκαύκου τοῦ μεγάλου ἥκοντες δουκὸς ἀπήγγελλον τὰ περὶ βασιλέως οἷα συμβαίη ἐν Γυναικοκάστρῳ, ὑπώπτευον μὲν καὶ μὴ παντάπασιν εἶναι ἀληθῆ, πλὴν ἐθορυβοῦντο σφοδρῶς καὶ ἐκυμαίνοντο. ἐδεδοίκεσαν γὰρ, μὴ τῶν αὐ 2.282 τοῖς τινες συνόντων κρύφα τὰ βασιλίδος Ἄννης πράττοντες, ὥσπερ ἑρμαίου λαβόμενοι τοῦ καιροῦ καὶ τῆς δυσπραγίας βασιλέως,