292
τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ινα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς ̔Ρωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ορη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ' ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ελασιν πολλαχῇ τὴν υλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἐν τῷ πεδίῳ ̔Ρωμαῖοι καὶ οἱ ἐν 2.247 τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ ουτως ὁ ̓Αννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη. ̔Ο ουν Φάβιος μεθ' ἡμέραν τὸ γενόμενον γνοὺς κατεδίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ινα σφᾶς ειρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ηλθεν, ἀλλ' ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ωστε τὸν ̓Αννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν ̔Ρώμην ὁρμῆσαι· ὡς δ' οὐκ ἐμάχετο, δι' ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αυθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι' ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτὸς μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν οπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ' οικοθεν προσιοῦσαν ἐπικουρίαν. οἱ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτὸν ἐποιοῦντο, γράφοντα ευ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ' αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οικαδε, ἀλλ' οὐ προσαιτεῖν. Εως μὲν ουν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς ̔Ρωμαίοις ἐγένετο, ὡς δ' ἐκεῖνος εἰς τὴν ̔Ρώμην ἀπῆρε κατά τι δημόσιον, επταισαν. ὁ γὰρ ̔Ροῦφος ὁ ιππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος εχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ων καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος εσχε, τῶν μὲν ἐντολῶν τοῦ 2.248 δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ' εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν εδοξεν, ειτα ἡττήθη. καν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην τοῖς ̔Ρωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων ουν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν ̔Ρώμην τὸ εργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ νενικηκέναι τὸν ̔Ροῦφον οντως ἐνόμισαν, καὶ οια παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ οτι τὰ ἐν Καμπανίᾳ χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς αν παρέλυσαν. ἀλλ' ἐκεῖνον μὲν χρήσιμον νομίζοντες ειναι οὐκ επαυσαν, τῷ δ' ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ωστ' αμφω ἀπὸ τῆς ισης αρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος ουτε τοῖς πολίταις ουτε τῷ ̔Ρούφῳ εσχεν ὀργήν, ὁ δὲ ̔Ροῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ' ἡμέραν ἠξίου παρ' ἡμέραν η καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος αρχειν. δείσας δ' ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ' ἐνείματο τὸ στρατόπεδον, ωστε τοῖς ὑπάτοις ἐπ' ισης ἰδίαν ἑκάτερον ἰσχὺν εχειν. καὶ παραχρῆμα ὁ ̔Ροῦφος ἀπεστρατοπεδεύσατο, ινα διάδηλος ῃ οτι καθ' ἑαυτὸν αρχει, ἀλλ' οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ ουν ̓Αννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν2.249 δυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε. Παθὼν ουν τοῦτο ὁ ̔Ροῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ηγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ' ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ' ἐθελοντὴς τὴν ἡγεμονίαν, ην παρ' αὐτοῦ μόνος ἱππάρχων ελαβεν, ἀφῆκε. καὶ