292
ἐπιμένουσα, ο ἐστι μνησικακία. ειρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Μήνη. ἡ σελήνη. ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αυξεσθαι. mu.1358 †Μηνοδώρα. Μητροδώρα.† Μήρινθοσ. σπαρτίον, σχοινίον. Μῆτισ. ἡ βουλή. Μήτηρ. ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν. η οτι μαστεύει καὶ ζητεῖ τὰ γεννηθέντα. Μήτρα. ἐπειδὴ μήτηρ ἐστὶ τοῦ γεννωμένου. ὡς παρὰ τὸ πατὴρ πάτρα, ουτω καὶ παρὰ τὸ μήτηρ μήτρα. Μηχανή. κατασκευή. οιμαι παρὰ τὸ μήδω, μήσω, μηχανή. ἐξ ου καὶ τὸ μηχανόωντο, ἀντὶ τοῦ ἐμηχανήσαντο καὶ κατεσκεύασαν. Μήτηρ. παρὰ τὸ μῶ, τὸ ζητῶ. ἡ ὑπὸ τῶν τέκνων ζητουμένη. τὸ ˉμˉη ˉη, διατί; ἐκ τοῦ μῶ, μήσω μέλλοντος. τὰ μονοσύλλαβα διὰ τοῦ ˉη εχουσι τὸν μέλλοντα. (Οὐδέτερον.) Μήδεα. τὰ βουλεύματα. παρὰ τὸ μήδω, τὸ βουλεύομαι. μήδεα δὲ, τὰ αἰδοῖα, παρὰ τὸ μέδειν καὶ αρχειν τῆς γεννήσεως. Μῆκος καὶ μήκιστον. καὶ εὐμηκότατον. *παρὰ τὸ εἰς μῆκος ἐκτετάχθαι. λέγει δὲ τὸ* μακρότατον. Μῆλα. τὰ πρόβατα. οἱ μὲν φασὶν ἀπὸ τοῦ μηκᾶσθαι, οπερ ἀνάρμοστον. αλλοι δὲ ἀπὸ τοῦ μηλώδη καρπὸν εδεσθαι. Ατταλος δὲ παρὰ τὸν μαλλόν. ἐγὼ δέ φημι, μᾶλλον ἀπὸ τοῦ μῆλα ὁ μαλλὸς ειρηται. ἀλλὰ ἀπὸ τοῦ μέλω, μέλομαι, γίνεται μῆλον καὶ μῆλα. ἐπιμελείας γὰρ ἠξίωνται. mu.1359 Μήλωθρα. τὰ πορφυρᾶ βάμματα. Μηλόν. ἀργόν· νωθρόν. Μηλόβοτον. τὸ καλῶς τρέφον τὰ πρόβατα. μηλόβοτον πεδίον διήλθομεν. Μήρυμα. τὸ ελκυσμα. κυρίως δὲ τὸ ξαινόμενον. ἀπὸ δὲ τούτου σημαίνει καὶ τὸ κλώθω. ἀπὸ τοῦ τῆς ὑποστατικῆς ὑπάρξεως εἰς μεῖον καὶ ελαττον ελκεσθαι. οἱ δὲ μόρημα. ἐπειδὴ διὰ πόνου ἐργάζεται. μορεῖν γὰρ τὸ πονεῖν. καὶ μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. ̔Ησίοδος· στήμονι δ' ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι. καὶ μήρυμα τὸ νῆμα. τοῦ Ψελλοῦ· μήρυμα, νῆμα, κάταγμα· φωλεὸς, μυωξία. Μηχάνημα. κατασκευὴ, τὸ τέχνασμα, καὶ τὸ στρατήγημα. ( ̔Ρῆμα.) Μήδω. τὸ βουλεύομαι. παρὰ τὸ μήθω τὸ δηλοῦν τὸ μανθάνω. ουτως ̓Απολλώνιος. Μήθω. τὸ μανθάνω. Μηκύνω. εἰς μῆκος αγω. Μηνιεῖ. ὀργίζεται. ἐπιμένει τῇ χολῇ καὶ τῇ ὀργῇ, μνησικακεῖ. Μηνύω. παρὰ τὸ ἀνύω. τροπῇ τοῦ α εἰς η, καὶ πλεονασμῷ τοῦ ˉμ, μηνύω. ουτω Θεόγνωστος. Μηνίσω. τὸ ὀργίζομαι. παρὰ τὸ μῆνις μηνίω, μηνίσω, ὡς κόνις, κονίω, κονίσω. mu.1360 Μηρύω. ο ἐστι τὰ αρμενα συνάγω. ἀπὸ τοῦ μέρος μερύω καὶ μηρύω, ὡς πλῆθος πληθύω. καὶ μήρυμα τὸ νῆμα. καὶ μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. ̔Ησίοδος· στήμονι δ' ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι. Μήρεσθαι. συνάγεσθαι, κλώθεσθαι. Μηρυκίζω. εἰς μικρὰ κόπτω. ἀπὸ τοῦ μηρύω. Μητίω καὶ μητιόω. †ὡς ἀπὸ τοῦ κόνις κονίω, καὶ δῆρις δηρίω, ουτω καὶ μῆτις μητίω.† ἐξ ου καὶ μητιόωντο. σημαίνει δὲ τὸ βουλεύω καὶ μηχανεύω. Μηχανᾶται. τεχνάζεται. †καὶ† ἀντὶ τοῦ στρατηγεῖται. ( ̓Επίῤῥημα.) Μηδαμῆ. ἀντὶ τοῦ μηδαμῶς. Μηνοειδῶσ. δίκην σελήνης. Μή νύ τοι. οὐδαμῶς σοι. Τὸ Μ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Μιαρόσ. παρὰ τὸ μιαίνω, η παρὰ τὸ μία γέγονε παρώνυμον μιαρόν. ὡς σκιὰ σκιαρόν. οἱονεὶ ὁ μεμονωμένος, ῳ οὐκ αν τις ἐπὶ τὸ αὐτὸ συνέλθῃ διὰ τὸ μῖσος. Μιαιφόνοσ. ὁ φονεύς. ἀπὸ τοῦ μιαίνεσθαι τῷ φόνῳ. Μιγάδεσ. οἱ ἐν τοῖς κοινοβίοις καὶ ταῖς πόλεσι. mu.1361 Μίδασ. κύριον. ὁ χρυσομανής. Μίθροσ. ὁ ηλιος. Μιθριδάτησ. κύριον. Μικρολόγοσ. ὁ φειδωλός. †Μίκκοσ. ὁ μικρός· -τοῖς μίκκοις μίκκα διδοῦσι θεοί. ουτω Καλλίμαχος.† †Μίλοσ. ονομα νήσου.† Μικρόσ. παρὰ τὸ μεῖον, μέϊον καὶ μήϊον, μηϊρὸς καὶ συγκοπῇ μικρός. Μιλτοπάρειοσ. ἐρυθρὸς τὰς παρειάς. μίλτος γὰρ ειδος ἐρυθρόν. Μίν. ἀντὶ τοῦ αὐτόν. Μίνωσ. κύριον. Μίνως καὶ ̔Ραδάμανθυς κριταὶ τῶν ἐν ᾳδου κατὰ τὴν μυθοπλαστίαν τῶν ̔Ελλήνων. εστι Μίνως καὶ ̓Αττικῶς κλίνεται τοῦ Μίνω, ωσπερ ὁ λεὼς, τοῦ λεώ. παρὰ τὸ μίμνω γέγονε Μίμνως καὶ Μίνως· η παρὰ τὸ ις, ἰνὸς, ινως, καὶ πλεονασμῷ τοῦ ˉμ Μίνως. τὸ δὲ μίμνω, ο σημαίνει τὸ καρτερῶ, παρὰ τὸ μένω. Μινωΐδησ. ὡς ηρως, ηρωος, ἡρωΐδης. Μιξίασ. κύριον. παρὰ τὸ μίσγω Μιξίας, ὡς σώζω Σωσίας, λέξω Λεξίας. Μισθόσ. κυρίως ὁ εἰς μῆνα κατατιθέμενος· καmu.1362 ταχρηστικῶς δὲ ὁ ἐφ' ἡμέρας. η παρὰ