292
τύπτοντος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Ποιητὴς καὶ ∆εσπότης, παρὰ πάσης τῆς νοητῆς κτίσεως προσκυνούμενος, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψε τὸν ῥαπίζοντα εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλ' ἐνουθέτει καὶ ἐδίδασκε, λέγων· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι, κατὰ τὴν ἐντολὴν Κυρίου, οὔποτε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβριζόμενος. Τὸ ὀλιγωρεῖν, καὶ μὴ θέλειν ὑπομένειν, συμφορὰς μεγάλας καὶ ποικίλας ἀπεργάζεται. Ἀφροσύνη ἐστὶν ἡ ἀνυπομονησία, καὶ τὸ ἀκαρτέρητον ἐν παντοίοις πειρασμοῖς. Καὶ πειθέτω σε ὁ Ἰὼβ πρὸς τὴν γυναῖκα λέγων, ὅτι Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας.
ΣΤΟΙΧΕΙΟΝ Φ.
ΤΙΤΛ. Αʹ. -Περὶ φιλοξενίας καὶ φιλαδελφίας. «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὲ, καθημένου αὐτοῦ ἐπὶ
τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεσαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν ἔδραμεν εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» «Ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπον· Οὐχὶ, ἀλλ' ἐν τῇ πλατείᾳ καταλύσομεν. Καὶ κατεβιάσατο αὐτοὺς, καὶ ἔκλιναν πρὸς αὐτόν.» «Ἀκούσας Λάβαν τὰ ῥήματα τῆς ἀδελφῆς αὐτοῦ, ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς. Καὶ εἶπεν αὐτῷ· ∆εῦρο εἴσελθε, εὐλογητὸς Κύριος. Ἵνα τί ἕστηκας ἔξω;» «Προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν τῇ Αἰγύπτῳ.» «Ἐάν τις προσέλθῃ ἐν ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν· ὡς αὐτόχθων ἔσται ἐν ὑμῖν.» 96.389 «Εἶπεν ἀνὴρ ὁ πρεσβύτης· Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχῃ; Καὶ εἶπεν πρὸς αὐτόν· ∆ιαβαίνομεν ἡμεῖς ἐκ Βηθλεὲμ τῆς Ἰούδα ἕως μερῶν ὄρους Ἐφραῒμ, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων με εἰς τὴν οἰκίαν. Καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· Εἰρήνευσον, πᾶν τὸ ὑστέρημά σου ἐπ' ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς. Καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ· καὶ ἀπήγαγε τοὺς ὄνους, καὶ παρενέβαλε τοῖς ὑποζυγίοις αὐτοῦ χορτάσματα, καὶ ἔνιψαν τοὺς πόδας αὐτῶν, καὶ ἔφαγον, καὶ ἔπιον.» «Ἔξω οὐκ ηὐλίζετο ξένος· ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» «∆ιασωθέντες δὲ ἔγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Πουπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας, φιλοφρόνως ἐξένισεν.» «Ἡ φιλαδελφία μενέτω· καὶ τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. ∆ιὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. Μὴ ἀτιμάσῃς τὸν ξένον, ἐπεὶ καὶ ἡμεῖς ξένοι καὶ πάροικοι. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Ξένος προσέπεσεν ἄοικος, παρεπίδημος; ὑπόδεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις. Ὅτε ἐπὶ τὴν Σαραπτίαν χήραν ὁ προφήτης εἰσῆλθεν, ὅτε λιμώττων ὁ ξένος παρεγένετο πρὸς τὴν λιμώττουσαν ξενοδόχον,