293
στασιάζειν πείσωσι τὸν δῆμον καὶ τὴν στρατιὰν, καὶ ἀπόληται αὐτοῖς παντάπασι τὰ πράγματα διαφθαρέντα. μάλιστα δὲ ἐν ὑποψίᾳ εἶχον τόν τε Κομιτόπουλον καὶ Βατάτζην, οἱ τῶν Παλαιολόγου μὲν ἦσαν βασιλέως οἰκετῶν, τότε δὲ ὑπὸ Καντακουζηνοῦ βασιλέως εἰς ἑσπέραν ἐκστρατεύοντος ἐπὶ τῆς ἔξω ∆ιδυμοτείχου συνοικίας ἦσαν τεταγμένοι, χιλίων ἕκαστος ἄρχοντες τοξοτῶν πεζῶν· ἦσαν δὲ καὶ πρὸς τὸν δῆμον καὶ τὴν ἄλλην στρατιὰν δυνάμενοι οὐ μικρά. μζʹ. ∆ιὰ ταύτας γοῦν τὰς αἰτίας ἐδεδοίκεσάν τε καὶ ἐσκέπτοντο, ᾗ χρὴ αὐτοὺς ὑποποιήσασθαι· ἅμα δὲ διενοοῦντο καὶ περὶ τῶν ἄλλων ὡς ἀποπειράσοντες, εἰ διὰ τὰ ἀκουσθέντα μὴ παρετράπησαν τὰς γνώμας. ἐδόκει δὴ οὖν εἰς τὴν ὑστεραίαν πάντων ἐν βασιλείοις συνελθόντων, ἐπὶ τῆς βασιλίδος τὸν Ἀσάνην πρός τε τοὺς ἡγεμόνας καὶ τὴν στρατιὰν λόγον ἀποτεῖναι καὶ ἀποπειρᾷν τῆς ἑκάστου διανοίας. καὶ ἐς τὴν ὑστεραίαν ἐπεὶ ἦσαν ἐν βασιλείοις πάντες, Ἀσάνης ὁ Μανουὴλ ἐπὶ τῆς βασιλίδος οὕτω τὸν λόγον ἐποιήσατο. «ἄνδρες συστρατιῶται, τὰ μὲν ὑπὸ παρακοιμωμένου τοῦ Ἀποκαύκου πάντες ἀκηκόατε γεγραμμένα πρὸς ὑμᾶς. τὰ μὲν οὖν παρόντα πράγματα ὡς πολλὰς ἐπιδέχεται μεταβολὰς, καὶ ῥᾴδιον καὶ ἐκ μικρᾶς αἰτίας καὶ τὸν συνετώτατον καὶ κατεστοχασμένον σφαλῆναι, καὶ τὸν ἀπερισκέπτως καὶ ὡς ἔτυχε φερόμε 2.283 νον καὶ ἄπιστα εὐτυχῆσαι, πάντες ἴστε πολλοῖς ὡμιληκότες πράγμασιν. οὐ μὴν διὰ τοῦτο πάντα χρὴ πιστεύειν παρακοιμωμένῳ. ᾧ γὰρ ὅ,τε βίος ἐπίπλαστος ἀεὶ καὶ σκαιωρίας καὶ ἀπάτης γέμων καὶ ὁ λόγος ἐψευσμένος καὶ οὐδὲν οὐδέποτε ἔχων ὑγιὲς, πῶς ἄν τις πιστεύσειε νυνὶ εἰρῆσθαι τἀληθῆ; εἰ δὲ καὶ ἀληθῆ τὰ εἰρημένα, ἀλλ' οὐ παντάπασιν, ἀλλὰ τοιαῦτα εἶναι τὰ γεγενημένα, οἷα βασιλεῖ μικρὰν δυσχέρειαν παρεσχημένα, ῥᾳδίως πάλιν ἐπανορθωθῆναι. ὑμῶν δὲ ἕκαστος νῦν μὲν ἄχρι τῶν πραγμάτων ἐξουρίων φερομένων οὐδεμίαν ἔσχε πρόφασιν τήν τε εὐψυχίαν καὶ τόλμαν τὴν ἐν τοῖς δεινοῖς καὶ τὴν σύνεσιν ἅμα ἐπιδείξασθαι καὶ τὴν εὔνοιαν, ἣν ἔχει περὶ βασιλέα καὶ τοὺς παῖδας. νυνὶ δὲ ἤδη τῶν πραγμάτων παρασχόντων, καὶ πάντας ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον καὶ τὴν σύνεσιν καὶ τὴν εὐβουλίαν ἐπιδείκνυσθαι χρεὼν καὶ ἐπὶ τοῖς ἔργοις φαίνεσθαι ὁμοίους, ὡς, ἂν ἀπῶσι τὰ πράγματα, τῶν λόγων οὐδένων ὄντων. τὰ μὲν οὖν ἔργα ὕστερον ἐπιδειξόμεθα, ἡνίκα ἂν δέῃ· νυνὶ δὲ ἀναγκαῖον γνώμην ἕκαστον εἰσάγειν, ᾗ χρὴ τραπομένους, σφᾶς τε αὐτοὺς καὶ τὴν ἄλλην πόλιν διασώζειν. οὐ γὰρ ἡσυχάσειν οἴομαι παρακοιμώμενον, ἀλλὰ ταχέως ἡμῖν ἐπιστρατεύσειν, εἴγε ὄντως ἀληθῆ τὰ περὶ βασιλέως εἴη εἰρημένα.» Ἀσάνης μὲν οὖν τοιαῦτα ἐπαύσατο εἰπών. Κομιτόπουλος δὲ αὐτίκα ὑπὸ προθυμίας καὶ τῆς περὶ βασιλέα εὐνοίας κινηθεὶς, ἀναστὰς 2.284 καὶ παρελθὼν εἰς μέσους, ἔλεξε τοιάδε. «οὐδένα ὑμῶν, ὅσοι πάρεστε νῦν, οἴομαι ἀγνοεῖν, ὡς βασιλέως ἔτι περιόντος τοῦ μακαρίου τοῖς οἰκείοις συνεξηταζόμην καὶ τοῖς πολλῆς παρ' ἐκείνου καὶ τῆς εὐμενείας ἀπολαύουσι καὶ τῆς προνοίας. καὶ αὐτὸς δὲ οὐδὲν ἀπέλιπον, τόγε εἰς ἐμὲ ἧκον, τοῦ μὴ τὴν προσήκουσαν εὔνοιαν εὐγνώμονι δούλῳ ἐπιδείκνυσθαι. οὐ μὴν διὰ τὸ ἐκεῖνον ἐξ ἀνθρώπων γεγονέναι νυνὶ μεταβαλὼν, τοῖς ἐκείνου παισὶ δεῖν ἔγνων πολεμεῖν, ἀλλὰ τὴν ὁμοίαν γνώμην καὶ νῦν ἔτι διατηρῶ. ὁρῶν δὲ βασιλέα μὲν τὸν Καντακουζηνὸν δίκαια καὶ λυσιτελῆ τοῖς παισὶ βασιλέως ᾑρημένον πράττειν, Ἀπόκαυκον δὲ τὸν παρακοιμώμενον πολλὰς κατ' αὐτοῦ διαβολὰς καὶ συκοφαντίας συνεσκευακότα καὶ ἄλλους προσεταιρισάμενον πονηροτέρους ἀνθρώπους καὶ διεφθορότας καὶ βασιλίδα ἐξηπατηκότας καὶ τουτονὶ τὸν πόλεμον τὸν μυρίων αἴτιον κακῶν νῦν τε ἄχρι γεγενημένον καὶ ἔτι πλειόνων ἐσόμενον πολλῷ κεκινηκότας, εἰ μὴ θεὸς ἄνωθεν κατασβέσει, ἐμίσησά τε τὴν πονηρίαν αὐτῶν καὶ βασιλεῖ μᾶλλον ἔκρινα δίκαιον προσέχειν, ὡς δίκαιά τε ἅμα καὶ βασιλέως τοῖς παισὶ συμφέροντα καὶ πᾶσιν ὁμοῦ Ῥωμαίοις διανοουμένῳ. νυνὶ δὲ, ὡς ἀκούομεν, δυσκόλοις τύχαις ἐκείνου χρησαμένου διὰ τῶν συνόντων τὴν ἀποστασίαν καὶ πρὸς τὸν Τριβαλῶν δυνάστην