293
αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ' οσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου απαντα επραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν ̓Ιταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς τὴν Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν επραξεν, οὐ μέντοι δι' αὐτὰ ἐπεφύσητο ωστε πρὸς τὸν ̓Αννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαῖς τοῦ Φαβίου ἐνέμεινεν. οθενπερ καὶ αἱ πόλεις οὐκέθ' ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ ̓Αννίβας τῆς ̓Ιταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ ̔Ρωμαίων ατε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τὸ ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς ̔Ρωμαίους αυθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς επεμψαν. καὶ τοῦ ̔Ιέρωνος πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης αγαλμα οἱ ̔Ρω2.250 μαῖοι μόνα ελαβον, καίπερ ἐν ἀχρηματίᾳ οντες, ωστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον, χαλκῷ προσμίξαι. Ταῦτα ἐν τῇ ̓Ιταλίᾳ τότε ἐπράχθη· καί τινες δοῦλοι συνωμοσίαν ἐπὶ τῇ ̔Ρώμῃ πεποιηκότες προκατελήφθησαν· κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ινα τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ ̓Ιβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ιβηρος ἐκβολῇ ὁ Σκιπίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, οπως ἀπογνόντες προθυμότερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Πουπλίου Σκιπίωνος πόλεις τῶν ̓Ιβήρων προσεκτήσατο. Αβελος γάρ τις Ιβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν ̔Ρωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν ̓Ιβήρων ὁμήρους οικαδε αὐτοὺς ἀποπέμψαι, ιν' ἐς ευνοιαν τάχα ὑπ' αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφᾶς, ατε καὶ τῆς ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ων ἠξίου, ειτα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ ουτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ ̔Ρωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οικαδε κατεκτήσαντο. ̓Εν μὲν ουν τούτοις εὐτύχουν, συμφορᾷ δ' αυ περιέπεσον ης ουτε πρόσθεν ουθ' υστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, ητις πρὸ τοσούτων ἐτῶν τὴν 2.251 συμφορὰν αὐτοῖς ἐμαντεύσατο. θαυμαστὸν δὲ καὶ τὸ τοῦ Μάρκου προμάντευμα· χρησμολόγος γάρ τις καὶ ουτος γενόμενος ἐν τῷ ∆ιομηδείῳ πεδίῳ πταίσειν αὐτούς, ατε καὶ Τρῶας τὸ ἀρχαῖον οντας, ἐφοίβασε. τοῦτο δ' ἐν ̓Απουλίᾳ τῇ ∆αυνίων ἐστί, καὶ τὸ ονομα ἀπὸ τῆς τοῦ ∆ιομήδους κατοικήσεως, ην ἐκεῖ ἀλητεύσας ἐποιήσατο, εσχηκεν. ἐν γὰρ τῷ πεδίῳ ἐκείνῳ καὶ αἱ Κάνναι, ενθα τότε ἐδυστύχησαν, παρά τε τῷ ̓Ιονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐφιδίου ἐκβολάς εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι εφη οὐδ' εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς. Τοιαῦτα μὲν ουν ησαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς ̔Ρωμαίοις συμβάντα ουτως ἐγένετο. ηρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ανδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ην καὶ παιδείᾳ κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ησκητο καὶ ταλλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος εχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ηλθον ουν αμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· ουτε γὰρ τροφὴ ετι ην τῷ ̓Αννίβᾳ, καὶ τὰ τῶν ̓Ιβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ ει γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν αν. νῦν δέ γε τοῦ Τερεντίου τὸ