293
φυλαὶ τὴν προτέραν ὁμόνοιαν ἀπολήψονται, καὶ εἰς τὴν Ἱερου σαλὴμ συνδραμοῦνται, συνήθως τὸν Θεὸν ἀνυμνοῦν τες. Μαρτύριον δὲ τὸν θεῖον ἐκάλεσε νόμον, τὸν διαῤῥήδην κελεύοντα συντρέχειν τὸν Ἰσραὴλ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. εʹ. "Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αβίδ." Προθεσπίσας τὰ θεῖα, προθεσπί ζει καὶ τὰ ἀνθρώπεια. Ἐπειδὴ γὰρ ἐν Ἱεροσολύμοις οὐ μόνον ὁ θεῖος ᾠκοδομήθη νεὼς, ἀλλὰ καὶ τὰ βασίλεια· καὶ ἐκεῖ συνέτρεχον ἅπαντες τὰ ἀμφισβη τούμενα διαλύοντες, ἀναγκαίως καὶ τοῦτο προηγό ρευσεν ὁ προφήτης· ὅτι οὐκ εἰς τὴν Σαμάρειαν αἱ δέκα φυλαὶ δραμοῦνται· ἀλλ' ὥσπερ ἐπὶ τοῦ ∆αβὶδ ἐκεῖνο εἶχον ἀκλινὲς δικαστήριον, οὕτω καὶ μετὰ τὴν ἐπάνοδον ἐκεῖ ἅπαντες ἀθροισθήσονται. ʹ. "Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀσπάσασθε τὴν Ἱερουσαλὴμ,ἠρεμήσουσιν οἱ ἀγαπῶντές σε, ἀντὶ τοῦ, Εἰρήνης ἀπολαύσαντες βαθείας, ἀσπάσασθε τὴν οἴκησιν τῆς Ἱερουσαλήμ. Ἐν πάσῃ γὰρ θυμηδίᾳ οἱ ταύτην ἀγαπῶντες διατελοῦσι. ζʹ. "Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου." Ὁ δὲ Σύμ μαχος οὕτως· Εἴη εἰρήνη ἐν τῷ περιβόλῳ σου, ἡσυχία ἐν τοῖς βασιλείοις σου. Ἐπεύχεται δὲ αὐτῇ ὁ θεῖος ∆αβὶδ τὰ ἀγαθὰ, ὥστε καὶ τοὺς περιβό λους, καὶ τὰ βασίλεια, καὶ τὰς ἐν αὐτῇ οἰκίας, πά σης ἀπολαύειν εἰρήνης. ηʹ, θʹ. "Ἕνεκα τῶν ἀδελφῶν μου, καὶ τῶν πλη σίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι." Ταῦτα δὲ, φησὶν, ἐπεύχομαί σοι, οὐκ αὐτὸς ἐν σοὶ πολιτευόμενος· πῶς γὰρ ὅ γε πρὸ πολλοῦ χρόνου τοῦ βίου τὸ πέρας δεξάμενος; ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶ κον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπο λαβεῖν ἐφιέμενος.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΒʹ ΨΑΛΜΟΥ. "Ὠδὴ τῶν ἀναβαθμῶν. Καὶ οὗτος ὁ ψαλμὸς τῶν τηνικαῦτα δικαίων δείκνυσι
τὴν εὐσέβειαν. αʹ. "Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατ οικοῦντα ἐν τῷ οὐρανῷ." Πάσης ἀνθρωπίνης βοη θείας καταφρονήσας, τὴν σὴν, ὦ ∆έσποτα, προσμένω ῥοπὴν, καὶ τῆς σῆς προνοίας ἐξήρτημαι· σὲ γὰρ οἶδα ∆εσπότην τῶν οὐρανῶν. Κατοικεῖν δὲ αὐτὸν ἐν οὐρανῷ ἔφη, οὐχ ὡς τόπῳ περιγραφόμενον, ἀλλ' ὡς τὸν ἀοράτοις δυνάμεσι ταῖς τὸν οὐρανὸν οἰκούσαις ἐπευφραινόμενον. 80.1884 βʹ. "Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν." Καθάπερ γὰρ, φησὶν, οἰ κέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου· οὕτω καὶ ἡμεῖς, ∆έσποτα, παρὰ σοῦ προσμένομεν λα βεῖν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τῆς μέντοι παιδί σκης οὐ ταυτολογῶν ἐμνημόνευσεν, ἀλλὰ τῆς διαθέ σεως δεικνὺς τὴν ἐπίτασιν. Πλέον γὰρ τῶν παίδων αἱ παιδίσκαι, ἅτε δὴ ταῖς δεσποίναις ἐν τοῖς θαλά μοις συνοῦσαι, διηνεκῶς προσέχειν ταύταις εἰώ θασι, καὶ τὴν παρ' αὐτῶν ποθοῦσιν εὐμένειαν. "Ἕως οὗ οἰκτειρήσαι ἡμᾶς." Οὐ ῥητῷ γὰρ χρόνῳ τήνδε τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν φειδοῦς. γʹ. "Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς." Ὁ διπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως. "Ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. [δʹ] Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν." Αἰτοῦμεν δὲ, φησὶ, τὸν ἔλεον, οὐχ ὡς ἄξιοι τούτου τυχεῖν, ἀλλ' ὡς ἐπονεί διστοι λίαν γενόμενοι. "Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις." Ὁ δὲ Σύμ μαχος οὕτως, Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν ἐπιλα λούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Τῶν γὰρ ἀλαζόνων Βαβυλωνίων ἐπι τωθαζόντων ἡμῖν, καὶ ἐπικερτομούντων, ἡμεῖς ἀνιώ μεθα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· "Τὸ