293
σωθήσεται τὸ τῆς ἐντολῆς ἀξιάγαστον. ὁ δὲ μὴ οὕτως ἑλόμενος, ἀλλὰ κτίζειν μοναστήριον ἐν τοῖς οἰκείοις καὶ καθηγητὴν προσκαλούμενος, ὡς ἂν ἐν τοῖς αὑτοῦ καὶ μονάσῃ καὶ ὁδηγηθῇ καὶ σωθῇ, ἀγνοεῖ ὅτι εἰκῇ καὶ μάτην κοπιᾷ καὶ ἅπερ ζητεῖ οὐχ εὑρήσει, ἀλλὰ τοὐναντίον ἔκτοπα, ἐπειδὴ οὐ κατ' ἐντολὴν Κυρίου ἡ τοιαύτη ἀποταγή. ὤφελον γυμνωθῆναι πάσης ὕλης καὶ πόρρω τῶν ἰδίων γενέσθαι καὶ καθηγεμόνος ἐπιτυχεῖν ἀρίστου καὶ οὕτως περαιωθῆναι τὸ μέγα πέλαγος τοῦ τῇδε βίου ἀκινδύνως, οὐχ ὅτι μηδὲν τῶν προειρημένων, ἀλλ' ἐκ μόνου τοῦ οἰκοδομεῖν μοναστήριον καὶ τὸ φαιὸν περιβαλέσθαι καὶ ἡγούμενον δοκεῖν ἔχειν ὄντα μᾶλλον ἐπίτροπον καὶ συμποδίζοντα καὶ συμποδιζόμενον καὶ οὔτε σῴζοντα οὔτε σῳζόμενον. ἔξελθε, φησίν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, λάβε τὸν σταυρὸν ἐπ' ὤμων, ἐμπτύσθητι, κολαφίσθητι, πίε ὄξος, φραγελλώθητι, ἄνιθι ἐπὶ τὸν σταυρόν, κένωσον αἷμα εἴτ' οὖν νοητῶς εἴτ' οὖν αἰσθητῶς. εἰ δὲ μὴ φέροις ταῦτα, κάθου ἐν τῷ οἴκῳ σου, τῷ ταπεινοτέρῳ βίῳ ἐκβιαζόμενος σῴζεσθαι· οὐδὲ γὰρ ἐνταῦθα ἀμογητὶ τὸ σῶσμα, ἀλλὰ γὰρ καὶ διὰ πολλῶν θλίψεων. μή μοι τανῦν παραδείγματα προσοίσῃς, πᾶν ὅπερ οὐ κατ' ἐντολὴν Κυρίου ἀδόκιμον, ἕωλον, σκανδαλῶδες, τοῦ οὕτως ἀποταξαμένου ἔργον, ἀλλ' οὐ θείου προστάγματος. εἰ δὲ ἐρᾷς νεουργῆσαι μονήν, οὐκ ἔξω τοῦ εἰκότος, ἀλλ' ἐπὰν παραδώσῃς αὐτὴν ἀνδρὶ καθηγουμένῳ, μηκέτι ἐπιβαλεῖς τὴν χεῖρα ἐπ' αὐτῷ, καθάπερ ἐπὶ τῶν οὐ σῶν, καὶ θεῷ τὸ πρᾶγμα εὐάρεστον καὶ ἀπαντήσει σοι εἰς ξενίαν αἰώνιον. ἡμεῖς ἐπὶ τὸν οὕτως αἱρούμενον ἐπιδιδοῦμεν ἀδελφὸν ἐκεῖνον, ὃν ἐκλέγοιτο ὁ ἐπιζητῶν, μετὰ καὶ ἑτέρων ἐννέα ἀδελφῶν, ἐθελόντων ὑποτάττεσθαι τῷ προηγουμένῳ. Ἰδού, φίλε καλέ, τὸ δικαίωμα τοῦ μοναχοῦ ἀνήγγειλά σοι. ὁ τρόπος τοῦ συνιστάνοντος μοναστήριον ἡ ἡμετέρα ἐπίδοσις. τὸ λοιπὸν εἴη Κύριος παραμύθιόν σου, συνετίζων σε κατὰ πάντα εἰς σωτηρίαν. 468 {1Νικήτᾳ τοποτηρητῇ}1 Ἐπειδὴ ἐδωροφόρησεν ἡμῖν ἡ φιλέντολός σου δεξιὰ τοῦτο κἀκεῖνο, δέσποτα, δέξοιτο καὶ τὰ πρὸς ἡμῶν τῶν εὐτελῶν. αἱ ἡμέτεραι ἀποστολαὶ προσευχαί, εὐχαριστίαι, εἰ δέ τι καὶ ἕτερον δεῖ προσθεῖναι, νουθεσίαι· καὶ τίνες αὗται; φοβεῖσθαι ὑμᾶς τὸν θεόν, πίστιν ἔχειν ὀρθήν, ἀπέχεσθαι σαρκικῶν ἐπιθυμιῶν, πορνείας, μοιχείας, ἀκαθαρσίας, πάσης ἄλλης ἀσελγείας, αἱρεῖσθαι δὲ τὰ θεῖα πράττειν, ἐλεεῖν πτωχόν, φείδεσθαι δούλων, ὀρέγειν χεῖρα τῷ πλησίον, ταπεινοφρονεῖν, συνεσταλμένον εἶναι καὶ μὴ διακεχυμένον ταῖς αἰσθήσεσι, δι' ὧν θάνατος ἁμαρτίας ἄνεισιν, αὐταρκείας ἔχεσθαι, μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν, ἀποστολικῶς εἰπεῖν, ἀσωτία, μὴ φιλαργυρεῖν, ἐν ᾧ ἡ ῥίζα πάντων τῶν κακῶν ἐστιν, σχολάζειν ἐν δεήσεσιν, ἐν ἀναγνώσεσιν, ἐν ψαλμῳδίαις, ἐν μερίμνῃ θανάτου, ἐφ' ᾗ κατάνυξις ψυχῆς καὶ δάκρυα (δακρύων γὰρ ὁ παρὼν βίος, ὦ χριστιανοί, ἀλλ' οὐ γελώτων), μηδαμῶς ὀμνύειν μηδὲ ὅρκιον τὸ πολυτίμητον ὄνομα τοῦ θεοῦ διὰ στόματος φέρειν (οὐ γὰρ ἔστι τὸν ὀμνύοντα σωθῆναι), καθαρεύειν φθόνου τοῦ Καΐτου, καταλαλιᾶς τῆς ὀλεθρίου, μίσους τοῦ ἐχθροθέου, λοιδορίας τῆς ἔξω τιθείσης βασιλείας οὐρανῶν, τιμᾶν τὸν βασιλέα, τοὺς γεννήτορας, ἀγαπᾶν ὡς ἑαυτὸν τὴν ὁμόζυγον καὶ μὴ γνωρίζειν ἄλλην πλευρὰν πορνικήν, ἐφ' ᾗ ὀργὴ θεοῦ (πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός), παιδεύειν ἐνθέως τὰ τέκνα καὶ ἑαυτὸν ὑπόδειγμα τιθεῖν τῆς αὐτῶν συνέσεως, καὶ ὅσα ἄλλα ὁ τῆς ἐντολῆς λόγος ἀπαιτεῖ εἰς σωτηρίαν ψυχῆς. Ταῦτα, ὦ δέσποτα, ἀμειπτήρια τῶν καλῶν σου παροχῶν, ἃ μὴ ἀτιμάσοις, κἂν ἐξ ἀτίμου στόματος προήχθη· θεοῦ γὰρ ἐντολαὶ παντὸς χρυσίου καὶ λίθων πολυτίμων τιμαλφέστεραι. 469 {1Θωμᾷ πατριάρχῃ Ἱεροσολύμων}1 Ἡλίκον ἥσθημεν οἱ ταπεινοί, τῆς διὰ τοῦ γράμματος πανσόφου ὑμῶν προσφωνήσεως ἠξιωμένοι, συνορᾶν πάρεστι τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι· οἵ γε, τῷ ἀποστολικῷ βαθμῷ ὑπερανεστῶτες καὶ τὸ τοῦ ἀδελφοθέου δι' ἐννόμου διαδοχῆς ἐπέχοντες πρόσωπον, καὶ ψιλῇ προσρήσει τιμᾶν ἔχοιτε τοὺς καθ' ἡμᾶς ἀγεράστους κατὰ τὸ εἰκός, μὴ ὅτι γε τηλικούτων