294
ἀφιγμένου, οὐ δίκαιον ἡμᾶς καταπεσεῖν, οὐδὲ πρὸς στάσεις καὶ διαφορὰς χωρήσαντας, ἀνδραπόδων δίκην σφᾶς αὐ 2.285 τοὺς τοῖς πολεμίοις καταπροδοῦναι, ἀλλὰ συμφρονήσαντας, ὅρκους δοῦναι βασιλίδι καὶ ἀλλήλοις, ἦ μὴν μηδένα μήτε δι' ἀγαθῶν πολλῶν ἐπαγγελίαν, μήτε δι' ἐπαγωγὴν πολλῶν δεινῶν, ἢ βασιλίδι καὶ παισὶν ἢ ἀλλήλοις ἐπιβουλεύσειν· ἀλλ' ἀμύνεσθαι τρόπῳ παντὶ τοὺς πολεμίους μίαν γνώμην ἔχοντας καὶ τὴν πίστιν ἄδολον καὶ καθαρὰν φυλάττειν βασιλεῖ. πέμπειν δὲ καὶ τὴν ταχίστην πρὸς ἐκεῖνον ἄνδρας, οἳ διδάξουσιν, ὡς ἡμεῖς ὑπὲρ ἐκείνου καὶ φιλτάτων καὶ τῆς γυναικὸς πάντα καὶ πράττειν καὶ ὑπομένειν ἐγνώκαμεν ἄχρι παντὸς, ἵν' αὐτός τε ἥδοιτο τοιαῦτα περὶ ἡμῶν ἀκούων καὶ ἡμῖν πολλὴν εἰδείη χάριν τῆς εἰς αὐτὸν εὐνοίας. οὐδὲ γὰρ μικράν τινα οἴεσθαι ἐκεῖνον τὴν περὶ ἡμῶν φροντίδα ἔχειν χρὴ, ἀλλὰ πολλοῖς παλαίειν λογισμοῖς ὑποπτεύοντα, ὥσπερ εἰκὸς, μὴ πρὸς τοὺς ἀγῶνας ἀποκνήσωμεν.» τοιαῦτα μὲν ὁ Κομιτόπουλος εἶπεν. εὐθὺς δὲ μετ' ἐκεῖνον ὁ Βατάτζης ἐπῄνει τε τὰ εἰρημένα καὶ ὡς μηδενὸς ἐνδέοντα, μήτε πρὸς σύνεσιν, μήτε πρὸς εὐβουλίαν, ἐπεψηφίζετο καὶ αὐτὸς καὶ ἐπέσπευδε τοὺς ὅρκους. Εἰρήνη δὲ ἡ βασιλὶς καὶ ὁ ἀδελφὸς Ἀσάνης τὴν Κομιτοπούλου παραίνεσιν νομίσαντες θεόθεν κεκινῆσθαι, ἵν' εἴη πᾶσι παράκλησις πρὸς τοὺς ἀγῶνας τὸ τοὺς ὑποπτευομένους τουτουσὶν οὕτως ἔχοντας εὐνοίας φαίνεσθαι πρὸς βασιλέα, τῶν πολλῶν ἀναπνεύσαντες φροντίδων καὶ ἐπιψηφισάμενοι τὴν βουλὴν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει, τοὺς 2.286 ὅρκους ἐκέλευον τελεῖσθαι· καὶ ἐτελοῦντο, πρώτου τοῦ τῆς βασιλίδος ἀδελφοῦ ὀμωμοκότος. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ἥκει τις ἐκ βασιλέως Μπρατίλος ὄνομα, ὃς γράμματα μὲν οὐκ εἶχε, κηρὸν δὲ ἐσφραγισμένον τῷ δακτυλίῳ τοῦ βασιλέως ἀξιοπιστίας ἕνεκα. καὶ πρῶτα μὲν προσηγόρευε βασιλίδα παραστὰς, ἔπειτα καὶ τοὺς ἄλλους ἐκ βασιλέως, διηγεῖτό τε τὰ περὶ Γυναικόκαστρον, οὐχ ὃν ἐγένετο τρόπον, ἀλλ' ὑφειμένως μάλιστα καὶ ὡς ἂν ᾤετο οὐ σφόδρα θορυβήσειν. πρὸς τοῦτο γὰρ ἔφασκε παρὰ βασιλέως ἐκπεμφθῆναι. ἔπειτα καὶ τοῦτο προσετίθει, ὡς ταραχῆς οὐ μικρᾶς περὶ τὴν βασιλέως στρατιὰν γεγενημένης καὶ πρωτοστράτορός τε καὶ ἄλλων ἀποστάντων διὰ τὸ μὴ τὴν οἴκοι ζημίαν φέρειν δύνασθαι, περὶ Κράλη πυθόμενος ὁ βασιλεὺς ὡς διατρίβοι ἐγγὺς, γένοιτο πρὸς αὐτὸν κατὰ φιλίαν παλαιάν. ἐκείνου δὲ ἀσμένως ὑποδεξαμένου καὶ μετὰ πολλῆς φιλοφροσύνης καὶ εὐνοίας καὶ στρατιὰν πολλήν τε καὶ ἀγαθὴν παρεσχημένου κατὰ συμμαχίαν, νῦν πρὸς ὁδοιπορίαν εἶναι οἴεσθαι καὶ ἀφίξεσθαι μετὰ μικρόν· αὐτὸν δὲ πεμφθῆναι πρότερον ἀπαγγελοῦντα τὰ γεγενημένα, ὡς ἂν μὴ διεφθαρμένως πυθόμενοι καὶ μετὰ πολλῆς προσθήκης θορυβῆσθε. ἠξίου τε μὴ μέλλειν, ἀλλὰ παρασχομένους γράμματα περὶ αὐτῶν ὅπως ἔχουσι δηλοῦντα, αὖθις εἰς βασιλέα ἀποπέμπειν. πολλὴν γὰρ αὐτῷ περὶ αὐτῶν φροντίδα εἶναι, καὶ τοῦ παντὸς τιμᾶσθαι τὸ πυθέσθαι τι περὶ αὐτῶν. ἔφασκε δὲ καὶ παρὰ βασιλέως γράμματα 2.287 λαβεῖν, ἃ καὶ αὐτὸς εἶπε περιέχοντα· πρὸς τὴν ὁδοιπορίαν δὲ πολλῶν συντυγχανόντων, δείσας μὴ ἁλῷ καὶ αὐτός τε δι' ἐκεῖνα εἰς πεῖραν ἔλθῃ πολλῶν κακῶν καὶ ἡ πρᾶξις κωλυθῇ, τὰ γράμματα ἀφανίσαι, τὴν σφραγῖδα δὲ μόνην ἀξιοπιστίας ἕνεκα φυλάξαι, δυναμένην ἐπὶ τὰ κοῖλα τοῦ στόματος τοὺς ἐρευνῶντας διαδιδράσκειν. ὁ μὲν οὖν τοιαῦτα λέγων ἐπιστεύετο, καὶ πολλὴν παρείχετο παραψυχὴν καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφιζεν. ᾔδεισαν γὰρ αὐτὸν οὐδὲ πρότερον εὐφυῶς ἔχοντα διὰ κουφότητα περὶ τὸ πλάσματα συντιθέναι. τὰ δὲ οὐκ ἦσαν, ὡς ἀπήγγελλεν. ἀλλ' ἡνίκα ἐν Γυναικοκάστρῳ ἡ περὶ βασιλέα ἐγίνετο ἀποστασία καὶ σύγχυσις δεινὴ καὶ ἀταξία ἦν περὶ τὴν στρατιὰν, ἐπεὶ καὶ αὐτὸς παρῆν εἰς τοῦτο τεταγμένος σὺν πλείοσιν ἑτέροις τοιούτοις, ἵν' εἴ που δέοιτο βασιλεὺς ἀγγελίαν κρύφα πέμπειν, αὐτὸς διακομίζοι διὰ τὴν εὐτέλειαν λανθάνων, προσελθὼν ἐδεῖτο βασιλέως, ἐπεὶ μὴ γράφειν δύναιτο διὰ τὴν ἀκαιρίαν, σφραγῖδα παρέχειν ἐκ τοῦ δακτυλίου, ἵν' ᾖ πιστεύεσθαι ἀπαγγέλλοντι τοῖς ἐν ∆ιδυμοτείχῳ περὶ τῶν γεγενημένων· νομίσας δὲ