294
ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ηττησεν αὐτούς. ὁ γὰρ ̓Αννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, οπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα2.252 τιώταις ἐπισχόντος τὴν δίωξιν ὁ ̓Αννίβας προσεποιήσατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον κομίζεσθαι ἐνετείλατο, ινα τῶν ̔Ρωμαίων ἐφ' ἁρπαγὴν αὐτῶν τραπομένων ἐπίθηται σφίσι. καὶ εἰς εργον αν τὸ βούλευμα ηγαγεν, εἰ μὴ ὁ Παῦλος καὶ ακοντας κατεσχήκει τοὺς στρατιώτας καὶ τὸν Τερέντιον. ̔Ο ουν ̓Αννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ πρὸς ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον οντα, ινα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ανεμον, ος ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου εχειν ἐμηχανήσατο. οἱ δ' υπατοι εωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, ειτα μεθ' ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ οντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ηθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ ̓Αννίβας καὶ ακοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας ειργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων ανω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, οπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ ̔Ρωμαῖοι πρὸς παράταξιν ωρμησαν. τοῦτο δὲ προγνοὺς ὁ ̓Αννίβας λόχους μὲν ὑπὸ τοὺς οχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι οταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν 2.253 ξιφῶν ἀπορρίψαντας, τὰ δ' ἐγχειρίδια κρύφα φέροντας, ινα δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπίθωνται αὐτοῖς ἀπροσδοκήτως. Οἱ δὲ δὴ ̔Ρωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν ̓Αννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρετάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, καὶ τὰ σημεῖα ηρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς οπλων γυμνοὶ οπισθεν τῶν ̔Ρωμαίων ἐγένοντο, ινα μὴ σφίσιν ἐπιτιθῶσι δῆθεν οἱ Καρχηδόνιοι, τότε καὶ οἱ λόχοι ἑκατέρωθεν ἐπανέστησαν, καὶ ὁ ̓Αννίβας κατὰ πρόσωπον σὺν τοῖς ἱππεῦσι προσέμιξε, καὶ οι τε πολέμιοι τοὺς ̔Ρωμαίους πανταχόθεν ἐθορύβουν, καὶ ὁ ανεμος ο τε κονιορτὸς ἐς τὰς οψεις αὐτῶν βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ασθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ωστ' ἀπεστερημένοι μὲν τῆς οψεως, ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον επεσε πλῆθος ωστε τὸν ̓Αννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οικοι Καρχηδονίοις, διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον· χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέστειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυλίοις ἐκέχρηντο. συχνοὶ δ' ουν ομως καὶ τότε διέφυγον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ' ̓Αννίβας οὐκ ἐπεδίωξεν οὐδ' εἰς τὴν ̔Ρώμην ἠπείχθη. δυνάμενος γὰρ η παντὶ τῷ στρατεύματι η καὶ μέρει τούτου πρὸς τὴν ̔Ρώμην παραυτίκα ὁρμῆσαι καὶ ταχέως διαπολεμῆσαι, οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ 2.254 Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν εσχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ' αυθις ἠπείχθησαν. διὸ καὶ ὁ ̓Αννίβας ὡς ἁμαρτὼν μετεμέλετο, συνεχῶς ἀναβοῶν "ω Κάνναι Κάνναι." Οἱ δὲ δὴ ̔Ρωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος· ος υἱὸς μὲν ην τοῦ