294
τοῖς ἀνθρώποις. οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Μονητάριοσ. ὁ τὸ κέρμα ἐργαζόμενος. Μονόλωπα. μονοχίτωνα. λώπη γὰρ τὸ ἱμάτιον. Μόροσ. ὁ θάνατος. παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μόρος. ὡς σπείρω, σπόρος. ὁ μεμερισμένος τοῖς πᾶσι. καὶ μόρος ἡ κακοπάθεια, καὶ μορῆσαι τὸ κακοπαθῆσαι. Μορώεισ. ὁ μετὰ κόπου ἐργασθεὶς τόπος. mu.1368 Μόσυν. ξυλίνην οἰκίαν. η τὸ ξυλόκαστρον. ὁ μόσυν, καὶ κλίνεται τοῦ μόσυνος. ὡς Φόρκυν, Φόρκυνος. παρὰ τὸ μῶ, τὸ συντιθῶ. Μόρφνοσ. ειδος ἀετοῦ. παρὰ τὴν ορφνην. οιον· νύκτα δι' ὀρφναίην. πλεονασμῷ τοῦ ˉμ μόρφνος, ινα σημαίνει ὁ μέλας. η παρὰ τὸν μόρον καὶ τὸ φόνος, κατὰ συγκοπὴν τῶν δύο ˉοˉο μόρφνος, οἱονεὶ ὁ ἐπιφέρων τοῖς ορνισι φόνον. Μοχλόσ. παρὰ τὸ ὁμοῦ εχειν τὴν κλεῖν. Μοχθηρόσ. πονηρὸς, ἐπίπονος. Μονογενήσ. ου αλλος οὐ προετάχθη, καὶ μεθ' ον ετερος οὐ γέγονεν. Μοῦνος καὶ μόνον. τὸ μονοειδές. ̔Ησίοδος· οὐκ αρα μοῦνον εην ἐρίδων γένος-. (Θηλυκόν.) Μογοστόκοσ. ἡ ἐν τῷ τίκτειν κακοπαθοῦσα, η ἡ μόγον ταῖς τικτούσαις ποιοῦσα. μογοστόκος Εἰλείθυια. Μογηράν. ἐπίπονον. Μοθώνη καὶ Μοθωνία. ὀνόματα χωρῶν. mu.1369 Μοῖρα. ὡς ἀπὸ τοῦ σπείρω γίνεται σπορὰ, καὶ ἀπὸ τοῦ κείρω κουρὰ, ουτω καὶ ἀπὸ τοῦ μείρω, τὸ μερίζω, ωφειλεν λελέχθαι μορά· ἀλλ' ἐπειδὴ ἡ μορὰ τάγμα ἐστὶ παρὰ Λακεδαιμονίοις, τούτου χάριν πρὸ ἀντιδιαστολὴν τούτου ἐβαρύνθη, καὶ ἐγένετο μόρα καὶ πλεονασμῷ τοῦ ˉι μοῖρα. ἡ δὲ μοῖρα σημαίνει τρία· τὸ καθῆκον, οιον· -κατὰ μοῖραν εειπες. τὴν εἱμαρμένην, οιον· μοῖραν δ' ουτινά φημι- καὶ τὴν μερίδα· μοίρας δασάμενοι-. †Μόρμον. τὸ μέλαν.† †Μόρμοσ. ειδος ἀετοῦ.† †Μουσική. γνῶσις ποσοῦ θιωρισμένου σχέσιν εχοντα ἑτέρου πρὸς ετερον.† Μολυβδαίνη. τὸ αγκιστρον παρ' ̔Ομήρῳ. καὶ μολυβδίνη. Μολπή. υμνος, ᾠδή. καὶ τὸ παίγνιον. Μομφή. ἡ μέμψις. Μονάσ. ἀρχὴ ἀριθμοῦ, κατὰ πόσον ἀδιαίρετον. Μονοειδήσ. οιον μονοειδὴς οὐσία· ἡ ἐν μόνῳ τῷ ειδει καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐσία· η ἡ μονοτρόπως ὁραθῆναι δυναμένη· η ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς. mu.1370 Μορία. ἡ ἀγριελαία. οἱ μὲν πᾶσαν ἐλαίαν ουτω καλοῦσιν, οἱ δὲ τὰς ἱερὰς τῷ θεῷ. ἐκλήθη δὲ μορία, οἱ μὲν, οτι δημοσίαν μοῖραν ἐκ τῶν καρπῶν ἐλάμβανον. Ζήνων δὲ ὁ Μύνδιος, οτι τὸ βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μόρον, ενθεν αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι ἐλέγοντο. Μορφή. τὸ καθ' ἑαυτὸ ον κοινωνίας ἑτέρου εἰς τὸ ειναι μὴ δεόμενον. παρὰ τὸ μείρω, μερίζω, μορὴ καὶ μορφὴ, πλεονασμῷ τοῦ φ. μορφὴ, ἡ κατὰ διάνοιαν θεωρία θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς ἀνενδεῶς εχουσα. μορφὴ εν τισι λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος ειδος. κυρίως δὲ μορφὴ ἡ οὐσία ἐλήφθη ἐπὶ τῶν πατέρων· καὶ μὴν καὶ ὑπὸ τοῦ ̓Αποστόλου· ος ἐν μορφῇ θεοῦ ὑπάρχων, ο ἐστιν ἐν τῇ οὐσίᾳ γιγνωσκόμενος. ἀθέμιτον γὰρ καὶ ἀσεβὲς ἐπὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὴν μορφὴν ειδος εἰπεῖν. μορφὴ δὲ δούλου ἐστὶν κτιστοῦ ἀνθρώπου οὐσία. τὸ χαρακτηρίζον τὴν εἰκόνα τοῦ ̓Αδάμ. μορφὴ ειρηται ὡς τῶν μορίων ὑφὴ ητοι οὐσία· μόρια δὲ μορφῆς αἱ ὑποστάσεις αὐτῆς λέγονται ητοι τὰ μέρη. Μόρφωσισ. σχηματισμός. †Μόσυσ. πύργος.† Μότωσισ. τὸ μοτάριον. Μοχθηράν. ἐπίπονον· κακοπαθητικήν. ἀπὸ τοῦ μογῶ, τὸ κακοπαθῶ. mu.1371 (Οὐδέτερον.) Μοιχάγρια. τὰ ἀντὶ μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτιννύμενα. οἱονεὶ ἡ τοῦ μοιχοῦ μοῖρα ἀγρευομένη. †Μολερόν. βραδύ.† Μολούχιον. κόσμος γυναικεῖος. Μονογενέσ. τὸ μὴ πρὸ αὐτοῦ μήτε μετ' αὐτοῦ εχον τι γεγεννημένον. Μόρια. τὰ σώματος μέλη. καὶ μόριον ἐπὶ τοῦ αἰδοίου κατ' ἐξοχὴν τῶν αλλων μορίων τοῦ σώματος. παρὰ τὸ μείρω, τὸ μερίζω, οτι καὶ μέρος. ἐγὼ δέ φημι παρὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν αἰδῶ, ἀλλὰ κρυφῆ κατέχειν. Μορμολύκειον. φόβητρον. η τὸ τῶν τραγῳδῶν προσωπεῖον η προσποιούμενον ἐπίφοβον ἐπὶ τέρψει τῶν θεατῶν, *Μονοτονίασ. ἀναισχυντίας. η αὐτογνωμοσύνης.* Μόρσιμον. εἱμαρμένον, πεπρωμένον, μεμοιραμένον. παρὰ τὴν μοῖραν μοίραμον, συγκοπῇ καὶ πλεονασμῷ τοῦ ˉς μόρσιμον. Μόρα. τὰ συκάμινα. Μορφνόν. σκοτεινὸν,