294
«Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε· ὡς ἐπλήθυνας τὸ ἔλεός σου.» «Σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι. Σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων.» Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος· μακρόθυμος.» «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς ....» «Τίς Θεὸς ὥσπερ σύ· ἐξαίρων ἀδικίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ. Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. Αὐτὸς ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς. Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης. «Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.» «Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω. Καὶ ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς.» «Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι;» «Οὐκ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς ἀδικίας καταπατήσει ὑμᾶς.» «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῆ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.» «Ἐλεεῖς πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι πάντα, φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμα ἐν πᾶσιν.» «Σὺ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς. Πάρεστί σοι, ὅταν θέλῃς, τὸ δύνασθαι. Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ δίκαιον εἶναι φιλάνθρωπον.» «Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων. Ὡς γὰρ ἡ μεγαλοσύνη αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ.» «Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» «Εἰ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν;» 96.396 «Τότε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κράνιον, καὶ ἐκεῖ ἐσταύρωσαν τὸν Ἰησοῦν, καὶ τοὺς κακουργοὺς, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» «Πολὺ εὔσπλαγχνός ἐστι Κύριος καὶ οἰκτίρμων.» «Τὴν τοῦ Κυρίου μακροθυμίαν σωτηρίαν ἡγεῖσθε.» Καίτοι γε ὁ ἀγαθὸς ἀγαθῶν παρεκτικός ἐστι δηλονότι. Πολλῶν ὄντων ἐφ' οἷς θαυμάζεται ὁ Θεὸς, οὐδὲν οὕτως αὐτοῦ ὡς τὸ εὐεργετεῖν ἰδιαίτατον. Πολλὰς καὶ παραδόξους σωτηρίας οἶδε τὸ Θεῖον καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον. Ὁ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικὸς γίνεται. Οὐδεὶς οὕτως ἑαυτοῦ φείδοιτο ἂν, ὡς ὁ Θεὸς μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακόν. Τοιαύτη ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ. Μακροτέραν πρὸς τὸ τέλος ἐπάγει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος, οὕτω τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις. Οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὐτοῦ ποιῶν ὁ Θεός. Κἂν γὰρ ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν, αὐτὸς τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείκνυται. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ, οὐκέτι τοῦτο παρὰ τὸν μακροθυμήσαντα· οὐ διὰ τοῦτο μακροθυμήσαντα, ἵνα ἀπολώμεθα, ἀλλ' ἵνα σωθῶμεν· ἀλλὰ παρ' ἡμᾶς τοὺς ὑβρίσαντας τὴν ἄφατον φιλανθρωπίαν αὐτοῦ. Ἐπὶ ἡμῶν τῶν ἀνθρώπων τὸ ἀπαιτῆσαι τὰ ὀφειλόμενα, πλοῦτος· ἐπὶ δὲ Θεῷ τὸ συγχωρῆσαι, πλοῦτος. Καὶ ἡμεῖς, ἐπειδὰν λάβωμεν τὰ κεχρεωστημένα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς, ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ. Πλοῦτος γὰρ τῆς ἀγαθότητος τοῦ Θεοῦ, τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς ἡμᾶς, καὶ ἐπὶ πάντας ἐπικαλουμένους αὐτόν. Τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐκ τῆς τῶν ἡμετέρων ἁμαρτιῶν μνήμης καταμανθάνομεν. Τὸ κατὰ πάντα τρόπον τοῦ ἀγαθοῦ ἀπεστερημένον, οὐδαμῶς οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται, οὔτε εἶναι δύναται. Ἀγαθὴ ἡ τοῦ Θεοῦ δικαιοσύνη, καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ. Καθάπερ οὐκ ἔστι φῶς ὃ μὴ φωτίζει, οὐδὲ κινοῦν, ὃ μὴ κινεῖ, οὐδὲ φιλοῦν, ὃ μὴ φιλεῖ· οὐδὲ 96.397 ἀγαθόν ἐστιν ἄρα, ὃ μὴ ὠφελεῖ, καὶ εἰς σωτηρίαν οὐ καθοδηγεῖ. Βία Θεοῦ οὐ πρόσεστιν· ἀγαθὴ δὲ γνώμη πάντοτε συμπάρεστιν αὐτῷ. Φύσει μὲν κατ' οὐσίαν ὁ