294
ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις." Ἀντίστρεψον, φησὶ, τὰ πράγματα, ∆έσποτα, καὶ τοῖς ἀλαζονευομένοις νῦν, δι' ἣν περί κεινται εὐκληρίαν, τὰς ἡμετέρας ἐπάγαγε συμ φοράς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΓʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἅπαντες οἱ
πλησιόχωροι, δυσ χεράναντες τὴν τῶν Ἰουδαίων ἐλευθερίαν, κοινῇ τὸν πρὸς αὐτοὺς ἀνεδέξαντο πόλεμον, καὶ βάρβαρα ἔθνη συναγαγόντες, κατὰ ταυτὸν αὐτοῖς ἐπεστράτευσαν, ἐλπίσαντες καὶ αὐτὴν αὐτῶν κατασβέσειν τὴν μνή μην. Ἀλλὰ πάλιν ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν οἰκείοις ἐπήρκεσε, τοὺς δὲ πολεμίους κατηκόντισεν ἅπαν τας. Λέγουσι δὲ ταῦτα τῶν προφητῶν οἱ πλείους, καὶ Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίας, καὶ Ζαχαρίας, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ταῦτα καὶ ὁ μακάριος ἐνταῦθα προθεσπίζει ∆αβίδ. "Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσ ραήλ. [βʹ, γʹ.] Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς." Μὴ τῇ σφετέρᾳ, φησὶν, ἐπιγρά ψητε δυνάμει τὴν νίκην, Θεὸς γὰρ ταύτης γεγένηται 80.1885 χορηγός. Εἴπατε τοίνυν πρὸς ἀλλήλους χορεύοντες, Εἰ μὴ τῆς θείας ἐπικουρίας ἐτύχομεν, τοσούτων καθ' ἡμῶν δυσμενῶν συνελθόντων, οὐκ ἂν οὐδὲ τα φῆς ἠξιώθημεν, ἀλλὰ καθάπερ ὑπὸ θηρίων ζῶντες ἂν κατεπόθημεν. "Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς." Τὸν φθόνον, καὶ τὴν δυσμέ νειαν τῶν ἀστυγειτόνων ἐθνῶν διὰ τούτων ἐδήλωσε. ∆ιεπρίοντο γὰρ τὴν Ἰουδαίων ὁρῶντες ἐλευθερίαν. δʹ, εʹ. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χεί μαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον." Τροπι κῶς ἅπαντα εἴρηκεν. Ἐπειδὴ γὰρ εἶπεν, "Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς," δείκνυσι τὴν τοῦ πλή θους ὑπερβολὴν, χειμάῤῥου δίκην προσβάλλοντος, καὶ συγκαλύψαι ἅπαντας προσδοκήσαντος. Ἁρμο δίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα. Καθάπερ γὰρ ὁ χειμάῤῥους ἐκ πολλῶν ἀθροιζόμενος ὑετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερου σαλὴμ προσβαλόντες ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν· ἀλλὰ κατελύθησαν ψήφῳ δικαίᾳ. Τοῦτο γὰρ ὁ προφήτης διδάσκει. ʹ. "Εὐλογητὸς ὁ Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν." Κατὰ ταυτὸν καὶ τὴν ἐκείνων ὠμότητα, καὶ τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐδήλωσε· τοὺς γὰρ ὀδόντας τέθεικε, δεικνὺς τὴν ἐκείνων ὠμότητα. ζʹ. "Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων." Εὐγνωμόνως καὶ τὴν οἰκείαν ὁμολογοῦσιν ἀσθένειαν, στρουθῷ σφᾶς αὐ τοὺς ἀπεικάζοντες, καὶ τὴν τοῦ Θεοῦ κηρύττουσι δύναμιν, τῶν πολεμίων δεικνύντες τὸ ἰσχυρόν. Θη ρευτὰς γὰρ ἐκείνους ἀποκαλοῦσιν· διδάσκει δὲ καὶ τῆς σωτηρίας τὸν τρόπον. "Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν." Οὐ γὰρ μόνης ἀπηλαύσαμεν τῆς σωτηρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴ δομεν ηʹ. "Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν." Τούτου χά ριν, πάσης ἀνθρωπίνης καταφρονοῦμεν δυνάμεως, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν ἐπίκουρον ἔχοντες, οὗ καὶ ἡ προσηγορία ἡμῖν εἰς σωτηρίαν ἀρκεῖ.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Οἱ τῆς νίκης ἐκείνης τετυχηκότες τὸν ἐπινίκιον
ᾄδουσιν ὕμνον, καὶ τῆς εἰς Θεὸν ἐλπίδος κηρύττουσι τὴν ἰσχύν. "Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών." Ὁ τῇ εἰς τὸν Θεὸν ἐλπίδι φραττόμενος, ὡς τὸ Σιὼν ὄρος ἀτρεμὴς μενεῖ, καὶ ἀκλόνητος, ἐπίσημός τε καὶ περίβλεπτος. "Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ." Τὸν κατοικοῦντα τὴν 80.1888 Ἱερουσαλὴμ κατὰ τοὺς νόμους τῆς Ἱερουσαλὴμ πο-λιτεύεσθαι δεῖ. Τοῖς γὰρ οὕτω κατοικοῦσι, καὶ τῷ σκοπῷ τοῦ νόμου πειθομένοις, τὸ βέβαιον ὁ προφή της ὑπέσχετο. βʹ. "Ὄρη κύκλῳ