294
ἐπαίνων ὑψώμασιν, ὧν ἡμεῖς τοσοῦτον ἀποδέομεν, ὡς μικροῦ δεῖν μηδὲ τολμᾶν οἴεσθαι περὶ ἡμῶν ὑφ' ὑμῶν ταῦτα λελέχθαι, ἄλλου δέ τινος τῶν ἀνδρικῶν εἶναι τὰ ἐγκώμια, ἤγουν τοῦ θεσπεσιωτάτου ἡμῶν ἀρχιποίμενος, ἐφ' ᾧ πᾶς καὶ παντὸς ὁ τῆς εὐφημίας εἰκότως ἀνάπτοιτο λόγος. Ἀλλὰ πῶς ἂν ἄλλως τὸ θεομίμητον ὑμῶν καὶ εὐσυμπάθητον ὑπεδείχθη, μὴ οὐχὶ ταῖς πατρικαῖς διαθέσεσι θριαμβευόμενον ὡς καὶ ἡλίου ἔξαλμα, ἀκτῖσι κατασπειρόμενον; πῶς δ' ἂν ἑτέρως τὸ σύμψυχον ἡμῖν καὶ ὁμόγνωμον ἐγνωρίσθη, μὴ οὐχὶ πρὸς τοὺς τοῖς ἐναντίοις, ὁποῖοί ποτε ἦσαν, αὐτομολήσαντας διακρινόμενον; ἐφ' οἷς, εἰ καὶ τολμηρότερον πρὸς ἡμῶν, ὅμως ἔνδικόν ἐστι φάναι (τί τοῦτο;) ὅτι, τῆς αἱρέσεως διωκτικῶς ἀναπαφλασάσης, ἐχρῆν τοὺς τῶν ὑψηλῶν θρόνων ἐξόχους, ὡς τοῦ πνεύματος συμμάχους καὶ τῶν ἀποστολικῶν ὑποθηκῶν ἐμπλέους, συγκινηθῆναι φιλαδέλφως, χεῖρα ὀρέξαι τοῖς ὑπὲρ ἀληθείας κάμνουσι συμπαθοπρεπῶς· εἴτε γάρ, φησί, πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη, κεφαλῆς δηλαδὴ οὔσης τοῦ ἐκκλησιαστικοῦ ὅλου σώματος Χριστοῦ τοῦ ἀληθινοῦ Κυρίου καὶ θεοῦ ἡμῶν. ὅπερ ὁ τῆς ∆ύσεως ἀποστολικὸς πεπραχὼς ὅσον ὤνησεν, τί δεῖ καὶ λέγειν; ἐπιρρώσας μὲν τὰ τῶν ἐνισταμένων ὅτι μάλιστα φρονήματα (εἴπερ καὶ σμικρὰ ῥοπὴ σθένος ἐμποιεῖν εἴωθεν τῷ κάμνοντι), ἐπιρραπίσας δὲ τῷ πνευματοκινήτῳ ἐλεγμῷ τῶν ἀσεβούντων τὰ φρυάγματα· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον; οἷς δὲ τοῦτο ποιεῖν ἐξόν, οὔ τί που ποιήσασιν, τοὐναντίον δέ, οὐκ ἔχω λέγειν ὁ τάλας αἰδοῖ τοῦ τῆς μακαριότητος ὑμῶν ἀγγέλου ὅσον εἴη ἂν τὸ κατηγόρημα. Ἀλλ' ἐκεῖνα μὲν πέρας εἴληφεν, οἷον καὶ ἐξήκουσται ἅπασι, τοῦ ἀγαθοῦ θεοῦ ἐκποδὼν ποιήσαντος τὸν ἀλιτήριον δράκοντα καί γε θανάτῳ ἐξαισίῳ καὶ τῆς ἀποστασίας ἐνδίκῳ, οὐ μὴν τὰ παρόντα καθὼς ὑπετόπασεν· πῶς; ὅτι ὁ μὲν χειμὼν παρῆλθεν, οὔ τί που δὲ τὸ ποθούμενον ἔαρ ἢ ὅσον αἰθρίαν τινὰ ὑπαυγάσαι, καὶ τήνδε διὰ τὸ ἀπ' ἠοῦς νέφος. ἀρκεῖ γάρ, ἡγοῦμαι, ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, μήτε τῆς ὑμῶν μεγαλονοίας ἐνδεομένης μαθήσεως μήτ' αὖ τοῦ καιροῦ ἐπιτρέποντος φαίειν ἐκδηλότερα. οὗ χάριν καὶ αἱ ἱεραὶ ὑμῶν κεραῖαι ἀνεπίδοτοι· πῶς γὰρ ἂν καὶ ἐπεδόθησαν, ἡμῶν τῶν εὐτελῶν ὧδέ που πορρωτέρω τοῦ ἄστεος παραρρεριμμένων, ὥσπερ καὶ ἄλλων ἀλλαχῇ τῶν δεδιωγμένων; καὶ γοῦν καὶ λογίαι, ὥσπερ ἐποθοῦμεν, οὔπω ἐγένοντο, πλὴν ἡ γεναμένη ὡς ἐν τῷ ἐμβολιμαίῳ πιττακίῳ δεδήλωται, τῶν ἐπιδωσάντων εἰληφέναι μᾶλλον ἢ προέσθαι χάριν ὁμολογούντων, ὅτι ἠξίωνται κοινωνίαν τινὰ σχεῖν ἐν τοῖς ἁγιωτάτοις τόποις, ἐφ' οἷς τὸ μέγα τῆς εὐσεβείας ἀπετελέσθη μυστήριον, θεὸς ἐν τῷ καθ' ἡμᾶς ὀφθεὶς εἴδει (ὢ τοῦ παναρρήτου θαύματος)· ὅνπερ ἐγγεγραμμένον κἀν τῇ γραφῇ πατροπαραδότως, ἤτοι θεοκηρύκτως, ἡμεῖς, μᾶλλον δὲ ἡ ὑπ' οὐρανόν, ὁμολογοῦμέν τε καὶ προσκυνοῦμεν ἐξ αὐτῆς τοῦ κηρύγματος βαλβῖδος (οὐ γὰρ ἂν ἄλλως ὁμολογηθεῖεν Χριστός, ὡς οἱ μακαριώτατοι διδάσκοιτε, ἤρνηνται δὲ ἰουδαϊκῶς οἱ δυσώνυμοι εἰκονομάχοι, ὡς ὑπὸ πνεύματος πονηροῦ ἐνεργούμενοι) καὶ ὃν ταῖς θεοκλινέσι προσευχαῖς ἵλεω ποιήσειας, ὦ θεία καὶ ἱερὰ κεφαλή, ἐκτρέψαι τὴν λαοπλάνον αἵρεσιν, ἀνάψαι ὀρθοδοξίας ἥλιον, εἶτα καὶ ἡμᾶς τοὺς ἐν τέκνοις σου τελοῦντας ἐλαχίστους περιποιήσασθαι, ἑπομένους τῷ μακαριωτάτῳ πατρὶ καὶ ἀρχιερεῖ ἡμῶν. Εἶεν. τοὺς ἐξυπηρετουμένους ὑμῖν πατέρας τε καὶ κλεινοὺς ἀδελφοὺς ἡμῶν ἐγώ τε καὶ ὁ ἐμὸς ἀδελφός, Θεσσαλονίκης ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος, πλεῖστα προσαγορεύομεν· ἐπὶ γὰρ τῷ ἁγιῴ σου προσώπῳ, πρὸ τῶν ποδῶν σου μᾶλλον εὐλογηθῆναι ἄμφω καὶ ὅσοι τῶν σὺν ἡμῖν εἰπεῖν πρεπωδέστερον. 470 {1Θεοδώρῳ ξενοδόχῳ}1 Ἰδού σοι, δέσποτα, τὸ γράμμα, ἀπαιτοῦντι, καὶ ἀπόλυσον ἡμᾶς τῆς ἐγκλήσεως. διατί δέ, φαίης, μὴ τάχιον; ὅτι αἰδουμένως εἴχομεν νουθετικῶς καὶ διδακτικῶς τῇ τιμιότητί σου προσφέρειν τὸν λόγον. ἐπεὶ ποθοίης, δέξαιο, προσφιλέστατε. οὐδὲν οὖν ἄλλο ἐστὶν ὁ ἀλη θινὸς